166
τετελευτήκασιν· ἄλλη δ' αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαήλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθὼν καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται, τοὺς Κυπρίους ὑπελθών (τούτων γὰρ ἔτυχεν ἄρχων τότε) ἀποστασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν· στόλον γὰρ στείλας δι' αὐτοῦ τὸν Ἐρωτικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο. Θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ' ἔτη δέκα πρὸς τοῖς ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσιν ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ' ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μεταχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς, ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς δ' ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος 625 αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν. Ἄλλη δ' αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπανέστη. ἡ τοῦ Τορνικίου δ' ἦν αὕτη Λέοντος, ὃς μητρόθεν κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. οὗτος τοίνυν τὴν Ὀρεστιάδα οἰκῶν (οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ) τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρόνημα· εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα διετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρατοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν, γυνὴ γενναία τε καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ' αὐτὴν διὰ τὸ περιὸν τῆς φρονήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων 626 οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ' ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνησιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἵνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν ἐν Ἴβηρσι τῇ Ῥωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν· ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα διέβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην τῆς τύχης λαμπρότητα· οὕτω δ' ἐπανελθόντα μήτ' οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ' αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος 627 τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανούπολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ' ἐκεῖνος καλῶς τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ' αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ' αὐτοῦ ἠρεθίζοντο. ὡς δ' οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ προσιόντι προσεφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί· κἀκεῖνος ταῖς ἐλπίσιν ᾐώρητο, ὡς