διαφθείρῃς, καὶ αὐτὸς ταῖς τοῦ πατρὸς λη φθείης χερσί. Τοῦ δὲ πατραλοίου εἰπόντος· Ἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ, λυπηθεὶς Ἀχιτόφελ ἀπήγξατο. Ὁ δὲ Χουσὶ τῷ ∆αυῒδ πάντα διὰ τῶν ἱερέων ἐδήλωσε, καὶ φεύγειν ἔτι ἐκέλευσεν. Ἐπεὶ δὲ παρασκευασάμενος ὁ Ἀβεσσαλὼμ ὀπίσω τοῦ πατρὸς κατεδίωξε, πρότερον ταῖς ἐκείνου παλ λακαῖς ἐν ὑπαίθρῳ μιγεὶς, ὁ μὲν ∆αυῒδ οὐκ ἐξῆλθεν αὐτὸς εἰς ἀντιπαράταξιν, ἡγεμόσι δὲ πιστεύσας τὸ στράτευμα, ἐνετείλατο αὐτοῖς λέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Τοῦ δὲ πολέμου συῤῥα γέντος ἐν τῷ δρυμῷ Ἐφραῒμ, πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν ἀπὸ τοῦ στρατεύματος τοῦ Ἀβεσσα 27.553 λώμ· αὐτὸς δὲ, ὡς εἶχεν, ἔφευγε στρέψας τὸν χαλι νόν. Βαθεῖαν δὲ τὴν κόμην καὶ πολλὴν τρέφων, ἐμ πλέκεται ταύτην δρυΐ· καὶ ἡ μὲν ἡμίονος ἐκ τῶν σκε λῶν αὐτοῦ διωλίσθησεν· ὁ δὲ μετέωρος ἐπὶ τοῦ δέν δρου ἐκρεμᾶτο, ἕως, ἰδών τις αὐτὸν, ἀπαγγέλλει τῷ Ἰωάβ. Εἷς δὲ τῶν τοῦ ∆αυῒδ ἡγεμόνων ἦν ὁ Ἰωάβ. Καὶ οὗτος, τρία βέλη λαβὼν ἀπὸ χειρὸς, εἰς τὴν καρ δίαν τοῦ Ἀβεσσαλὼμ ἐνέπηξε, καὶ ἀνεῖλεν αὐτόν. Ὁ δὲ ∆αυῒδ, ἀκούσας, πενθεῖ· Υἱέ μου, λέγων, Ἀβεσ σαλὼμ, υἱέ μου. Τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; Καὶ οὕτω τοῦ τυράννου διαφθαρέντος, πάλιν ὁ ∆αυῒδ τὴν βασιλείαν ἀναλαμβάνει. Ἀλλὰ τοῦτο μὲν ὕστερον. Τὸν δὲ μετὰ χεῖρας ψαλμὸν συνέταξεν ἔτι διωκόμενος. ∆ιὸ καὶ θρήνους ἔχει καὶ ὀλοφυρμούς. Ἀναχθήσεται δὲ καὶ εἰς Χριστὸν ὁ ψαλμὸς, τὸν ἀλη θινὸν ∆αυΐδ· ∆αυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος καὶ ἱκανὸς χειρί. Τίς δ' ἂν εἴη ὁ φύσει καὶ ἀληθῶς πεποθημένος ἢ ὁ Χριστὸς, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς δὲ ἱκανὸς τῇ χειρὶ, εἰ μὴ ὁ ἰσχυρὸς Ἰησοῦς, ὁ τῇ δυνάμει τῆς θεότητος πάντας τοὺς ἀλλοφύλους τροπωσάμενος δαίμονας; Τοῦτον γὰρ ἐδίωκεν, ὡς ἄλλος τις Ἀβεσσαλὼμ, ὁ αἰσθητὸς καὶ κατὰ σάρκα Ἰσραὴλ, οἱ Ἰουδαῖοι. Περὶ ὧν λέγει διὰ Ἡσαΐου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Συνήργει δὲ πρὸς τὴν δίω ξιν, οἷά τις Ἀχιτόφελ ὁ Ἰούδας· ὃν σύμβουλον εἶχεν ὁ νοητὸς ∆αυῒδ ὁ Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται ἔν τινι τῶν ψαλμῶν· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγε μών μου, καὶ γνωστέ μου. Ἀλλὰ γὰρ Ἰούδας μὲν παραπλησίως τῷ Ἀχιτόφελ ἀπελθὼν ἀπήγξατο· ὁ δὲ Χριστὸς, ἀποστέλλων τοὺς ἡγεμόνας αὐτοῦ μαθητὰς εἰς τὸν κατὰ τῶν ἐχθρῶν αὐτοῦ πόλεμον, ἐνετέλλετο, ὥσπερ ὁ ∆αυῒδ, ἵνα φείσωνται τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ αὐτὸς, ἵνα τοὺς Ἰσραηλίτας μὴ παρόψωνται· Ἔσεσθε γάρ μοι, φησὶ, κήρυκές τε καὶ μάρτυρες ἐν Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Ὥσπερ δὲ καὶ ἡ ἡμίονος καὶ αἱ τρίχες τὸν Ἀβεσσαλὼμ τῷ θανάτῳ παρέδωκαν, οὕτω τοὺς Ἰουδαίους ἡ ἀλογία καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἔξω καὶ σωματικοῖς τῆς ἀλη θινῆς ζωῆς ἀπεστέρησε· καὶ οὔτε τῆς γῆς ἀπολαύειν εἴασεν, οὔτε τοῦ οὐρανοῦ. Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον σαφῶς ὁ λόγος ἐνταῦθα τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει. ∆ιὸ Μωσῆς πρὸς αὐτοὺς ἀπέτεινε φάσκων· Υἱοὶ ἀνθρώπων οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Κυρίλλου καὶ Ἀθανασίου. Τοῦτο καὶ ἐπὶ Ἰουδαίων ἀληθές· Ἕκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπι βουλάς. 27.556 Καὶ οἱ παρ' Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ' οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συν τεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης. Ἀθανασίου. Κατὰ μέντοι ἀναγωγὴν, διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας ἀνα κηρύξῃ Χριστοῦ. Καὶ οὕτως μὲν ὁ θεῖος Ἀθανάσιος· κατὰ δὲ τὸν μέγαν Βασίλειον, etc. Ἀθανάσιος δὲ καὶ Βασίλειος, οἱ μεγάλοι Πατέρες, φασίν· ὅτι τοῦτον ᾄδει τὸν ψαλμὸν ὁ ∆αυῒδ δι δάσκων, τί ἂν ἄνθρωπον παρασκευάσοι τῆς μακα ρίας ἐκείνης τυχεῖν λήξεως. ∆ιὸ τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν, ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν
167