Ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς, νῦν τὸ τῶν ἐσταυρωκό των ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος, ὡς ὕστερον προσληφθήσονται, ἐγκεντρισθέντες, ὥς φησι Παῦλος, τῇ ἰδίᾳ ἐλαίᾳ. Μετα γινώσκων οὖν ὁ Ἰσραὴλ ταῦτά φησιν. Ἀθανασίου καὶ Κυρίλλου. Ἀλγοῦντες ἐπὶ τῇ ἐκπτώσει οἱ σταυρωταὶ τοῦ Κυρίου καὶ μεταγινώ σκοντες, διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ' αὐτῷ πηγῆς ἐπιθυμεῖν· περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Καὶ ποθοῦσιν ἐγγὺς γενέσθαι Θεοῦ, κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ. Καὶ ὃν ἀπεκτόνασι, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, καὶ τῷ θανάτῳ παρέδωκαν, τοῦτον Θεὸν ὀνο μάζουσι ζῶντα. Τὸ δὲ, Πότε ἥξω; γλιχομένων ἐπὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν, καθ' ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς (ταυτὸν δέ ἐστι καὶ τῷ τοῦ Υἱοῦ)· εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ. Ἀπο στρέψω γὰρ, φησὶ, τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. ∆ιὰ τί; Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀθανάσιος καὶ Κύριλλος. Τοῦ Σωτῆρος προειπόντος· Ὅταν ἴδητε τὴν Ἱερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων· ὅτε πρὸς ἔργον ἐξέβη ὁ λόγος, Ῥωμαίων αὐτοὺς πορθησάντων, ἐθρήνουν· πρῶτον μὲν ὡς προσκεκρουκότες Θεῷ· εἶτα ὡς τῆς ἐξ αὐτοῦ σωτηρίας ἐκπεπτωκότες· καὶ τρίτον, ὅτι περ αὐτοῖς οἱ ἀστυγείτονες ἐπεμβαίνοντες τὸ, Ποῦ ἔστιν ὁ Θεός σου; διασύροντες ἔλεγον. Ἀθανασίῳ δὲ τῷ πάνυ τὴν αὐτὴν ὑπόθεσιν ἔχειν τῷ προτεταγμένῳ καὶ ὁ παρὼν δοκεῖ ψαλμός. Προσ έρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν αἰτούμενοι. ∆ιό φασι πρὸς τὸν Πατέρα· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς εἰς τὸ ἅγιον ὄρος εἰσάξειν ἔμελλε· τουτέστιν, εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς (ἃς καὶ σκηνώματα ὀνομάζει), καὶ εἰς τὸ νοη τὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραί νειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. ∆ιὸ ἐν κι 27.561 θάρᾳ ὑπισχνοῦνται προσφέρειν αὐτῷ τὴν ἐξομολόγη σιν. Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδίδαξεν. Ἀθανάσιος, Κύριλλος, Θεοδώρητος. Καὶ οἱ ἐκ περιτομῆς μεταγινώσκοντες κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ' ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν. Ἀθανάσιος, Κύριλλος. Κιθάραν τὸ σῶμα λέγει, δι' οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπέμπων Θεῷ. ∆ηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν. Τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται. Ἔδειξε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθή κῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμ βανομένῃ· Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου. Ἵνα μάθῃς, ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆ λον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. Κατὰ μὲν τὸν μέγαν Ἀθανάσιον, ἔτι καὶ οὗ τος ὁ ψαλμὸς τῆς αὐτῆς ὑποθέσεως ἔχεται, τάς τε παλαιὰς εὐεργεσίας διηγουμένων τῶν ἐξ Ἰσραὴλ, μεταγινωσκόντων καὶ προσληφθῆναι ἀξιούντων παρὰ Χριστοῦ, διὰ τὸ αὐτῷ ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι· κατὰ δὲ τὸν χρυσολόγον Πατέρα, κ.τ.λ. Ἀθανάσιος. Πάλαι, φησὶ, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνέρχῃ ἡμῖν, ἀλλὰ καὶ ἀπέστρε ψας ἡμᾶς, καὶ ἐσχάτους ἔταξας παντὸς ἐναντίου· ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπα γήν. Καὶ περιέστηκεν ἡμᾶς ἡ τότε κατασχοῦσα τοὺς πολεμίους αἰσχύνη, καὶ γεγόναμεν ἠλαττωμένοι παρ' ἐκείνοις ὧν ἐκρατοῦμεν τὸ πρότερον, καὶ διηρ πάσθημεν ὑπ' αὐτῶν οὓς
169