τυραννίδα τῶν δαι μόνων θεωρῶν, ἀκηδίας πεπλήρωτο, τούτου χάριν ἱκετεύει, ὅπως, ἐπιφανεὶς ὁ Κύριος, τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέληται χειρός. Τὸ δὲ, ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμενον τὰς λιτάς. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων οὐσίας πολὺ παρ ιστῶντα, κατὰ τὸ ἐν τῷ Ἐκκλησιαστῇ· Ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω. Τοῦ μέντοι Συμμάχου σαφέστερον εἰπόντος, ἐν τῷ ἀδημονεῖν, ἐναργέστερον καὶ ἐμφαντικώτερον εἶπον οἱ Ἑβδομήκοντα, Ἐν τῷ ἀκηδιάσαι. Ἀδημονεῖν γὰρ καὶ ἐπὶ τοῖς μικροῖς λέγεται· ἀκηδιᾷν δὲ ἐπὶ τοῖς μεγάλοις πάντως, ὅταν διὰ τὸ πλῆθος τῶν κακῶν λοι πὸν τῶν ἐν μέσῳ τις περιλαμβάνεται, ἀπαγορεύῃ πρὸς αὐτὰ καὶ οἷον ἀπογινώσκει, ῥίψας τοῦ νοὸς βου λεύματα, ὡς μηκέτι φέρειν οἷός τε ὤν. Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν κρείττους γεγόναμεν τῶν ἐπηρεαζόντων δαιμόνων διὰ Χριστοῦ, ὃς πέτρα τῷ μακαρίῳ κατωνόμασται Παύλῳ. Καὶ ἵνα τὸν νοῦν ἅπαντα τῆς ψαλμῳδίας εἴπω, εὐχαριστίαν ὁ λόγος περιέχει. Ταῦτα γάρ μοι, φησὶν, ὑπῆρξαν ὅσα προείρηκα, ἐπειδὴ σὺ αὐτὸς, ὁ Θεὸς, ἐπῆράς με, 27.572 καὶ ὕψωσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ σὸς λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν τῷ λόγῳ σου ὕψωσάς με, καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ' ἐν ἄκροις αὐτῆς γενέσθαι· ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι, γέγονάς τε ἐλπίς μου, δι' ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων νοητῶν ἐχθρῶν, τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἤρκεσας σὺ μόνος, πύργος ἰσχύος μοι γενόμενος· εἰκότως τούτων ἁπάντων τυχὼν, σὺ (forte σοὶ) τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀθανασίου καὶ Κυρίλλου. Ἐπεὶ δὲ τῶν ὁδηγούντων ἴδιον τὸ δεικνύειν, ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι· καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα. Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τοῖχος καὶ ἀσφάλεια γέγονας, εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Πύργος γὰρ ἑδραῖος, ἀκατάσειστος ὁ Χριστός. Ἀθανάσιος, Κύριλλος. Πρὸς δὲ νοῦν, ἀφ' ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει, ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγονὼς, ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν, προαναπίμπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν· οὕτω καὶ οἱ ἅγιοι, χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ' αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις· ὑφ' ἃς σκέπεται ὁ θεο φιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἐν αὐτῇ κατοικῶν. Εὐσεβίου καὶ Ἀθανασίου. Ἰστέον μέντοι, ὅτι ταῦτα αἴνιγμα ἔχει καὶ τῆς ἀληθοῦς κληρονομίας. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή. Ἀλλὰ μὴν αὕτη ἐν τῷ μέλλοντι αἰῶνι δοθήσεται· πῶς οὖν εἶπε, ∆έδωκας; Ὅτι, εἰ καὶ προσδοκᾶται μετὰ τὴν ἀνάστασιν, ἀλλά γε τῷ ἤδη εὐπρέπεσθαι, δέδοται τοῖς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ληψομένοις. Ὅρα δὲ, ὅτι καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία. Εἰ οὖν αὐτοῖς ὑποδεεστέροις οὖσι, πολλῷ πλέον τοῖς ὑπερ αναβεβηκόσιν, εἴτουν ἀγαπῶσι τὸν Θεόν. Ἀορίστως δὲ εἰπὼν, τοῖς φοβουμένοις, καὶ οὐ προσθεὶς, Ἰουδαίοις, ἢ Ἕλλησιν, ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώ πους· μάλιστα δὲ τοὺς ἐξ ἐθνῶν προσιόντας, φοβουμένους τὸν Κύριον, εἴωθεν ἀποκαλεῖν ὁ λόγος. Ποία 27.573 δὲ ἡ κληρονομία ἀλλ' ἢ ἡ βασιλεία τῶν οὐρανῶν; ἣν ἐν τοῖς
μακαρισμοῖς εἴρηκεν ὁ Σωτήρ. Εὐσεβίου, Ἀθανασίου, Κυρίλλου.
172