172
οὕτως διὰ ταῦτα τῷ βασιλεῖ προσῳκείωτο ὡς πάντα καιρὸν εἶναι αὐτῷ τῆς πρὸς ἐκεῖνον εἰσόδου καὶ τῆς ἐντεύξεως. καὶ οὐχ οὕτως αὐτῷ τὰ περὶ τὸν ἀνδρῶνα διέκειτο, ἡ δὲ γυναικωνῖτίς οἱ ἀπεκέκλειστο; ἀλλ' ἄνετος ἦν αὐτῷ κἀκείνη καὶ ὅτ' ἐβούλετο βάσιμος, καὶ ὁ πλοῦτος ἐπέρρει τῷ ἀνδρὶ ἑκατέρωθεν, καὶ ἐκ τῶν τριόδων ἀναρπασθεὶς εἰς αὐτὴν ἀνήχθη τὴν συγκλητικὴν κορυφήν. ὁ δὲ οὐκ ἠγάπα τοῦτον εὐδαιμονήσας τὸν τρόπον, ἀλλὰ καὶ τῆς βασιλείας ἐρᾷ καὶ μελετᾷ ταύτην ἑαυτῷ προσνεῖμαι, κτείνας τὸν αὐτοκράτορα. καὶ οὓς ᾔδει δύσνους τῷ βασιλεῖ, τούτοις τὸ ἀπόρρητον ἀνεκάλυπτε. καὶ τοὺς μὲν τὸν λόγον προσιεμένους μεγάλαις ἐλπίσιν ἐξαίρων πρὸς τοὖργον ἐρρώννυεν. εἰ δέ τινες καὶ πρὸς τὴν προσβολὴν ἐδυσχέραινον, ὁ δὲ πεῖραν ἔλεγε τὸν λόγον προσαγαγεῖν, ἵνα γνῷ τὴν ἐκείνων πίστιν τὴν πρὸς τὸν 646 αὐτοκράτορα, καὶ ἐπῄνει τοὺς ἄνδρας τῆς διαθέσεως καὶ γνωρίσαι τῷ βασιλεῖ εὔνους αὐτῷ τυγχάνειν διώμνυτο. ὁ μὲν οὖν οὕτω μετῄει τοὺς πλείονας, καὶ οἱ ἐκείνῳ συνομοσάμενοι ῥᾷστα τὸ βούλευμα ᾤοντο γενέσθαι ἀνύσιμον. οὐ μόνον γὰρ ἡ πρὸς τὸν βασιλικὸν κοιτωνίσκον πάροδος ἐκείνῳ ἄνετος ἦν, κἂν ἔτυχεν ὑπνώττων ὁ βασιλεὺς κἂν τῇ βασιλίδι συνίαυεν, ἀλλὰ καὶ τὰς τῶν ἀπορρήτων εἰσόδων κλεῖς ἐμπεπίστευτο. καὶ ἤχθη ἂν εἰς ἔργον τὸ διαβούλιον, εἰ μή τις αὐτῷ τῷ βασιλεῖ κατεμήνυσε τῶν κοινωνησάντων τοῦ σκέμματος. ἥλω τοίνυν ἐπ' αὐτοφώρῳ καὶ τὸ ξίφος αὐτὸ κατέχων ᾧ τὸν αὐτοκράτορα ἔμελλεν αὐτίκα διαχειρίσασθαι. ἀλλ' ὁ μὲν διὰ τὸ τοῦ κρατοῦντος ἀβέλτερον οὐδὲν ὑπέστη ἀνιαρόν, οἱ δὲ τῆς ἐπιβουλῆς ἐκείνῳ συνίστορες οὐκ ἔμειναν ἀτιμώρητοι. Οὗτος ὁ βασιλεὺς φιλότιμος δοκεῖν ἐθέλων καὶ ἐλευθέριος, μὴ μετιὼν δὲ τὴν ἀρετὴν ὡς ἐχρῆν, εἰς κακίαν ταύτην μετήνεγκεν. ἀντὶ γὰρ μεγαλοπρεπείας εἰς ἀσωτίαν μετακεκύλιστο, οὔτε οἷς ἔδει παρέχων τὰ δημόσια χρήματα οὔτε ὅσαπερ ἔδει οὔθ' ὅτε χρεών. καὶ τὴν μονὴν τὴν τῶν Μαγγάνων οἰκοδο647 μῶν (λέγεται δὲ τῆς οἰκοδομῆς ἄρξασθαι διὰ τὴν ἐρωμένην αὐτῷ, τὴν Σκλήραιναν λέγω, ἵν' ἐκείνῃ προσφοιτᾷ συνεχῶς, ἐν τῷ οἴκῳ τοῦ Κυνηγίου ἐχούσῃ τότε δὴ τὴν κατοίκησιν, πρόφασιν ἔχων τοῦ σεμνείου τὴν δόμησιν) ἐξήντλησε τοὺς βασιλείους ἢ κοινοὺς θησαυρούς, ὅθεν χρημάτων δεόμενος οὐδὲ τῶν ἀπειρημένων πορισμάτων ἀπείχετο. ἀλλὰ καὶ χωρῶν οὐσῶν, αἳ τοῖς βασιλεῦσιν οὐ δασμοὺς συνεισέφερον, ἀλλ' ἀντὶ πάσης δασμοφορίας δυσχωρίας ἐφρούρουν καὶ τοῖς βαρβάροις τὴν εἰς τὰς Ῥωμαίοις ὑποκειμένας χώρας ἀπετείχιζον πάροδον, ἐκεῖνος φόρους ταῖς χώραις ἐπιτάξας ἐσχόλασε τὰς φρουράς. κἀντεῦθεν ἡ πρὸς τὰς Ῥωμαΐδας χώρας ῥᾴστη τοῖς βαρβάροις ἐγένετο πάροδος. ἐκεῖνος τοίνυν ὁ ἀνὴρ αἴτιος τοῖς ἀπαθῶς λογιζομένοις κριθήσεται τοῦ τὴν ἑῴαν μοῖραν δουρὶ κυριευθῆναι βαρβαρικῷ. Τῆς δὲ βασιλίδος Ζωῆς ἐν γήρει βαθεῖ (ὑπὲρ γὰρ τὰ ἑβδομήκοντα ἔτη παρεξετάθη αὐτῇ τὸ βιώσιμον) καταλυσάσης τὴν ζωήν, οὐκ ἀνδρικῶς ἐκεῖνος ἐθρήνησεν, ἀλλὰ μέντοι γε μειρακιωδῶς. λέγεται δὲ καὶ ἀγγέλοις αὐτὴν παρεξισοῦν, ἐπειδή 648 που τοῦ μνήματος ἐκείνης μύκης ἔκ τινος ὑγρότητος ἀνεβλάστησε, καὶ τοῦτο καλεῖν σημεῖον ἄνωθεν οἰκονομηθέν, ἵνα μὴ ἀγνοῆται ἡ βασιλὶς ταῖς νοεραῖς συντεταγμένη δυνάμεσι. τῆς δέ, ὡς εἴρηται, θανούσης, ὁ βασιλεὺς ἔτι φλεγμαίνων περὶ τοὺς ἔρωτας ἐπεισάγει τοῖς βασιλείοις μείρακά τινα, ὅμηρα δοθεῖσαν Ῥωμαίοις ἐξ Ἀλανῶν, παῖδά τινος τῶν παρ' ἐκείνοις ἀρχηγετούντων, καὶ ταύτην Σεβαστὴν ὀνομάσας βασίλειον αὐτῇ θεραπείαν καὶ πλούτου χορηγίαν ἀπέταξε. καὶ εἰ μὴ τὴν βασιλίδα Θεοδώραν πεποίητο δι' αἰδοῦς ἢ μᾶλλον τὸ τῆς τετραγαμίας ᾐσχύνετο ἄθεσμον, καὶ βασίλισσαν ἂν τὴν ἐρωμένην ταύτην ἀνεῖπε καὶ διαδήματι κατεκόσμησεν. ἐκείνου δὲ θανόντος, οὐ παρέμεινε τῇ Σεβαστῇ τὸ εὐτύχημα, ἀλλ' εἰς τὴν προτέραν τῆς ὁμηρείας τύχην ἐπανελήλυθεν. Ἄρτι δὲ καὶ περὶ τοῦ τέλους ἱστορητέον τούτου τοῦ αὐτοκράτορος. οὐ μακρὸς ἐξεμετρήθη χρόνος, ἐξ ὅτου τῆς ἡγεμονίας τῶν Ῥωμαίων γέγονεν ἐγκρατής, καί οἱ νόσος ἀρθρῖτις ἐνέσκηψεν, ἣ πρότερον τοῖς ποσὶν ἐκείνου τοῦ ῥεύματος ἐπ649