Ποσειδῶν πρὸς τὸν Ὀδυσσέα φησί. καὶ οὕτω μὲν καλῶς ἔχει τὸ ὄνοσαι. τὸ μέντοι εἰπεῖν τὸ, ἢ ὄνοσαι ἀντὶ τοῦ ὠφέλειαν ἔχεις ἐκκενουμένου τοῦ δεσποτικοῦ οἴκου, σαφέστερον μὲν, οὐκ ἔχει δὲ καὶ ἐμμάρτυρον τὸ ὄνοσαι κείμενον ἐπὶ σημασίας τοιαύτης. ὄνησαι γὰρ μᾶλλον ὤφειλεν εἶναι, ὡς δηλοῖ τὸ, ὀνήμενος. καὶ τὸ, οὐδ' ἀπόνητο. (ῃερς. 379.) Τὸ δὲ καί ποθι τόνδ' ἐκάλεσας, προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. ἐντεῦθεν γὰρ λαβὼν ὁ Εὔμαιος ἀφορμὴν ἀντιλαλήσει πρὸς Ἀντίνοον, ἀρξάμενος ἀπὸ τοῦ, τίς ἂν ξεῖνον καλέσῃ ἄλλοθεν καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὡς, εἰ καὶ ἐν τοῖς ἑξῆς Ἶρός τις ἱστορηθήσεται πτωχὸς πανδήμιος, ἀλλ' οὐ μόνον ἐκεῖνον Ἰθάκη ἔχει, ἀλλὰ καὶ ἑτέρους τοιούτους, ὡς δηλοῖ τὸ, πτωχοὶ ἀνιηροὶ καὶ ἑξῆς. καὶ ὅμως δοκεῖ προέχειν ὁ Ἶρος τῶν λοιπῶν. (ῃερς. 381. σθθ.) Ὅτι Εὔμαιος αἰτιώμενος τὸν Ἀντίνοον ἐφ'οἷς αὐτὸν ἐσυκοφάντησεν ὡς καλέσαντά ποθι τὸν πτωχοοδυσσέα εἰς τὴν Ἰθάκην, φησίν· Ἀντίνοε, οὐ μὴν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γε, εἰ μὴ τῶν, οἳ δημιουργοὶ ἔασι, τουτέστι δημουργοὶ κατὰ κρᾶσιν, τεχνίται δημοσίᾳ ἐργαζόμενοι· οὓς καὶ πρὸς ὄνομα λέγων φησίν· μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδὸν, ὃς ἂν τέρπῃσιν ἀείδων. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν. πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν. αὐτοὶ δὲ δηλαδὴ κἂν ἀποσοβῶνται, κατὰ τὰς μυίας ἐφίπτανται ταῖς τραπέζαις αὐτόματοι. εἶτα καὶ ὡς χαλεπὸν τοῖς τε ἄλλοις καὶ αὐτῷ μάλιστα σκώπτων τὸν Ἀντίνοον φησίν· ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δ' αὖτ' ἐμοὶ, τουτέστι περισσότερον δὲ τῶν ἄλλων ἐμοί. αὐτὰρ ἔγωγε οὐκ ἀλέγω, ἕως μοι ζῶσιν οἱ δεσπόται. Ἰστέον δὲ, ὅτι τε τὸ οὐ καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις, σκῶμμα ἐστὶ πρὸς τὸν μὴ εὖ λαλοῦντα, καὶ ὅτι τὸ, οὐ καλὰ, οὐ μόνον ὀνοματικῶς νοεῖται, ἀλλὰ δύναται καὶ ἐπίῤῥημα εἶναι ἶσον τῷ οὐ καλῶς, κατὰ τό· ἦ μευ καλὰ κήδεαι, ἀντὶ τοῦ, ὄντως καλῶς ἐμοῦ κήδῃ ὡς οἰκείου υἱοῦ. εἰ δὲ καὶ ὄνομά ἐστι τὸ καλὰ, οὐκ ἀπεικὸς ἀντὶ ἑνικοῦ εἰλῆφθαι, ἵνα εἴπῃ, ὡς οὐ καλὸν πρᾶγμα λέγεις. καὶ γέμουσι καὶ τοιούτου σχήματος οἱ παλαιοὶ λόγοι, καὶ αἱ τοῦ δήμου δὲ γλῶσσαι. οὕτω ἐν Ἰλιάδι ἐγράφη τὸ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην· ταυτὸν γάρ ἐστι τὰ πρῶτα καὶ τὸ πρῶτον εἰπεῖν. οὕτω καί τις ὕστερον ἔφη τὸ, δυοῖν τὸ ἕτερα πεπονθὼς, ὃ κοινῶς 2.152 δυοῖν θάτερον λέγεται. (ῃερς. 383.) ὁ δὲ περὶ τῶν δημιουργῶν λόγος διδάσκει, ποῖαι τέχναι μάλιστα προσκλητέαι εἰς τὸ κοινὸν, ὅτε μὴ κατὰ χώραν εὑρίσκονται. δημιουργοὶ δὲ, ὡς ἐλέχθη, οἱ κατὰ τὸ δημόσιον χειροτέχναι, οἳ καὶ κλητοί εἰσι, διότι καλοῦνται ποτὲ ἄλλοθεν, ὡς ἐτυμολογεῖ ὁ ποιητής. Αἴλιος δὲ ∆ιονύσιος φησὶν, ὅτι δημιουργὸν Ἀττικοὶ λέγουσιν οὔτε τὸν δημοσίᾳ μισθαρνοῦντα, ὡς Ὅμηρος, οὔτε τὸν δήμου προεστῶτα, ὡς οἱ ∆ωριεῖς, ἀλλὰ γυναῖκα πέττουσαν πέμματα. Παυσανίας δὲ λέγει, ὅτι δημιουργοὶ οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες, καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ πολιτικοὺς ὠφέλουν. ὅθεν δημιουργοί, φησι, καὶ αἱ τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ νυμφίους, φησὶ, ἔλουον καὶ ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον. Ὅτι δὲ καὶ Ἀττικὴ λέξις ὁ δημιουργὸς, δηλοῖ καὶ Ἡρῳδιανὸς, ἱστορῶνὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι τοὺς δηλωθέντας χειροτέχνας ἔστιν εἰπεῖν εἶναι τοὺς τοῦ μύθου ἐγχειρογάστορας, ὡς ἀπὸ χειρῶν βιοτεύοντας, καθὰ καὶ ἐγγλωττογάστορες παρὰ Αἰλίῳ ∆ιονυσίῳ οἱ ἀπὸ γλώττης ζῶντες. Τὸ δὲ, ἰητῆρα κακῶν, ἐντελῶς ἐφράσθη, καθὰ καὶ τὸ, τέκτονα δούρων. τὸ μέντοι ἰητὴρ καὶ τὸ τέκτων ἐλλειπτικῶς λέγονται. τέκτων δὲ δούρων οἰκοδόμος τε καὶ ναυπηγὸς, καὶ ἁπλῶς ἅπας ὁ ὁπωσοῦν διακείμενος περὶ ἐπισκευὴν ξύλου. (ῃερς. 385.) Ἐν δὲ τῷ, θέσπιν ἀοιδὸν, ἀρσενικοῦ μὲν γένους τὸ θέσπις, σύγκειται δὲ ἐκ τούτων τὸ θεσπιωδεῖν. (ῃερς. 387.) Τοῦ δὲ τρύξοντα θέμα μὲν τὸ τρύχω, αὐτὸ δὲ παράγεται ἐκ