173
ήνεγκε τὴν φοράν, ὥστε τὰς βάσεις αὐτῷ πρὸς πορείαν καὶ στάσιν ἀδυνατεῖν. εἰ δέ ποτε κινήσεως ἀνάγκην ἔσχηκεν, ἢ πρός τινων ἐπιστηριζόμενος προέβαινε δυσχερῶς ἢ καὶ πάμπαν ἑτεροκίνητος ἦν. τοῦ χρόνου δὲ προϊόντος καὶ ταῖς χερσὶν ἐπερρύη τὸ αἴτιον· εἶτα καὶ τοῖς ὤμοις ἐπήνεκτο, καὶ τέλος ὅλον αὐτῷ τὸ σῶμα τῷ ῥεύματι κατεκλύζετο καὶ παρεῖτο καὶ ἐξηρθροῦτο, τοῖς τῶν ἄρθρων κοιλώμασιν ἐγκλειομένου τοῦ ῥεύματος. ἔκαμνεν οὖν οὕτω πρὸ μακροῦ τὸ σῶμα τῷ βασιλεῖ. εἶτα καί τι ἕτερον ἐπισυμβεβηκός (τὸ δ' ἦν ἐκ πνεύματος νυγμὸς περὶ τὴν πλευράν) προσδοκήσιμον ἐκείνῳ καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν ἔθετο τὸ τέλος τῆς βιοτῆς, ὧν τὰ πρῶτα ὁ λογοθέτης ἦν Ἰωάννης, ἐκτετμημένον ἀνδράριον, ἄσημον μὲν ἐκ γένους ἢ δυσγενέστατον, πρὸς δὲ πραγμάτων μεταχείρισιν ἀφυέστατον, γραμματικῆς δὲ τέχνης τοσοῦτον μετεσχηκὸς ὥστε μήτ' ὀρθοεπεῖν ἀκριβῶς μήτ' ἀπταίστως ὀρθογραφεῖν. ἐφ' ᾧ δὴ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ὁ βασιλεὺς ἐποιήσατο καὶ τῶν τῆς βουλῆς ἀπέδειξε πάντων κορυφαιότατον. ἦν γὰρ ἐπὶ τῶν βασιλικῶν διοικήσεων πρῴην ἀνὴρ τούτῳ τὰ πάντα 650 ἀντίρροπος καὶ γένος καὶ λόγον καὶ τὴν περὶ τὰς πολιτικὰς οἰκονομίας ἀκρίβειαν. τοιοῦτος δ' ὤν, ὁπηνίκα τι παρὰ τὸ καθῆκον ἐπέταττεν αὐτῷ ποιῆσαι ὁ βασιλεύς, οὐκ ἦν τῇ προαιρέσει τοῦ κρατοῦντος ἐπικλινής, ἀλλ' ἀντέλεγέ τε καὶ ἀνεῖργε τοῦ μὴ προσήκοντος. ὁ δὲ ἐχαλέπαινε καὶ πολλάκις τούτου γινομένου ἐμηνία τῇ τοῦ ἀνδρὸς ἐκείνου ἐλευθερίᾳ, καὶ ἵνα τὸ ἀντίξουν ἀποφορτίσαιτο, μεθιστᾷ μὲν ἐκεῖνον τῆς τῶν κοινῶν διοικήσεως (ὁ Λειχούδης ἦν οὗτος), ἀντεισάγει δὲ τὸν Ἰωάννην καὶ τούτῳ τὴν τῶν πολιτικῶν ἐγχειρίζει κυβέρνησιν, ἵνα μὴ πρός τινος ἐφ' οἷς ὁρμήσει ἀνείργοιτο. οὗτος τοίνυν ὁ Ἰωάννης καὶ ἕτεροι, μέγα κἀκεῖνοι δεδυνημένοι παρὰ τῷ βασιλεῖ, ἀπεγνωκότες αὐτῷ τὸ βιώσιμον πείθουσι τὸν κάμνοντα φροντίσαι περὶ διαδοχῆς καὶ ὑποτιθέασιν αὐτῷ εἶναι πρὸς τὴν ἀρχὴν ἐπιτήδειον τὸν Πρωτεύοντα· ὁ δὲ τὴν τῆς Βουλγαρίας ἀρχὴν περιέζωστο καὶ ἀπεδήμει τῆς βασιλίδος τῶν πόλεων. ἔσταλτο τοίνυν ὁ τὸν ἄνδρα μετακαλεσόμενος· ἐκ δὲ τῆς βασιλίδος Θεοδώρας ἡ βουλὴ ἀπεκέκρυπτο. ἀλλ' οὐκ εἰς τέλος τὸ βούλευμα τὴν βασιλίδα διέλαθε. γνοῦσα δὲ ὡς οὐκ ἐπ' αὐτῇ ποιεῖται τὸ κράτος ὁ τελευτῶν, τὸν μὲν ἐᾷ δυσθανατοῦντα κατὰ τὰ ἐν τοῖς 651 Μαγγάνοις βασίλεια· ἐκείνη δὲ σπουδῇ τῶν ὑπηρετουμένων αὐτῇ ἐμβεβηκυῖα νηὶ εἰς τὸ μέγα προσωρμίσθη ἀνάκτορον. καὶ αὐτῇ ἥ τε βασιλικὴ δορυφορία προσερρύη αὐτίκα καὶ τῆς γερουσίας τὸ ἔκκριτον, καὶ αὐτοκράτωρ πρὸς πάντων ἀνερρήθη, ὡς αὐτῇ κατὰ κλῆρον τῆς ἀρχῆς προσηκούσης. τοῦτο τῷ Μονομάχῳ γνωσθὲν προστίθησιν ἄλγημα, καὶ βραχύ τι ἐπιβιούς, ὅσον ἐπιστενάξαι τοῖς γενομένοις καὶ ἀθυμῆσαι, ἐξέλιπε, βασιλεύσας ἔτη δώδεκα. Ἡ δὲ βασιλὶς Θεοδώρα ἔξωρος τῆς αὐταρχίας κρατήσασα βασιλέα τοῖς πράγμασιν ἐπιστῆσαι οὐκ ἤθελεν, ἀλλ' ἡδυνθεῖσα τῇ ἐξουσίᾳ, παρ' ὅσον ἐπεβίω τῇ βασιλείᾳ καιρόν, αὐτὴ τῶν ὅλων ἦν ἐγκρατής, πρὸς τοῦτο καὶ παρὰ τῶν αὐτῆς θεραπόντων ἐμβιβασθεῖσα, οὓς καὶ ταῖς μεγίσταις ἐπέστησε τῶν ἀρχῶν. τὴν δὲ τῶν πολιτικῶν πραγμάτων διοίκησιν τῷ συγκέλλῳ Λέοντι, ὃς Παρασπόνδυλος ὠνόμαστο, ἐνεχείρισε τῷ 652 πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπηρετήσαντι. ἡ δὲ προὐκάθητο ἐπὶ βήματος καὶ ἐχρημάτιζε πρέσβεσι καὶ ἦν ἀρχαιρεσιάζουσα καὶ δίκαις ἐνθεμιστεύουσα καὶ ψήφους ἐκφέρουσα καὶ διαιτῶσα δημοσίαις καὶ κοιναῖς ὑποθέσεσι, καὶ εὔδαιμον ὑπῆρξεν αὐτῇ τὸ αὐτοκρατές. οὔτε γάρ τις ἀντῆρε χεῖρα αὐτῇ οὔτ' ὀλιγώρως πρὸς τὰ ἐκείνῃ δεδογμένα ὤφθη διατεθὲν τὸ ὑπήκοον οὔτ' ἔθνος τότε κατὰ Ῥωμαίων κεκίνητο, ἀλλὰ καὶ εὐκρασία γέγονε τῶν ὡρῶν καὶ ἡ γῆ τοὺς καρποὺς ἀφθόνους ἐξήνεγκεν. ἔξωρος δέ, ὡς εἴρηται; καὶ πλήρης ἡμερῶν ἡ βασιλὶς αὕτη τῶν σκήπτρων κρατήσασα ὅμως μακροὺς ἔτι τῆς ζωῆς ἑαυτῇ ἐπεμέτρει ἐνιαυτούς. εἶχε δὲ καὶ τὸ σῶμα ἐρρωμενέστερον καὶ μὴ ῥᾷστα πόνοις καμπτόμενον. ἐπεὶ δὲ καὶ ταύτην κατήπειγε τὸ χρεών, εἰ καί τινες αὐτῇ μοναχοὶ αἰῶνας ἔτι ζωῆς ἐπηγγέλλοντο, καὶ νόσῳ