εἶπεν· Ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ὥστε τὰς λέξεις ταύτας, φημὶ δὴ τὸ, Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, εἰκό τως προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου ζη λοῦντες καὶ μακαρίζοντες. Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἀγαθὰ τοῦ 27.577 οἴκου τοῦ Θεοῦ τὰ τοῦ Πνεύματος διάφορα χαρί σματα. Οἶκον δὲ Θεοῦ τὴν Ἐκκλησίαν ὁ Παῦλος καλεῖ. Ἐν δὲ τούτῳ θαυμαστῶς ἐπιτελεῖται ἡ ἀρετὴ, καλουμένη δικαιοσύνη. Ὁ τοίνυν πιστεύων καὶ ἔργων ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος μονὴν ποιεῖται. Καὶ γίνεται ὁ τοιοῦτος ναὸς, (κατὰ τό· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε;) ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθοῖ, τὴν διὰ πίστεως συνισταμένην. Ἅγιος μέν τοι ἐστὶν ὡς καθαρὸς, θαυμαστὸς δὲ ἐπὶ τῇ δικαιο σύνῃ. Πρὸς δὲ διάνοιαν· Σὺ, φησὶν, εἶ ὁ τὰ ὄρη, ἤγουν τὰς ἀντικειμένας δυνάμεις, ἑτοιμάζων εἰς τιμωρίαν (ἡτοίμασται γὰρ αὐταῖς ἡ ἄβυσσος)· τοῦτο δὲ ποιήσεις, δυνατὸς ὤν. Ἀθανασίου καὶ Κυρίλλου. Πρὸς δὲ διάνοιαν· Συνταράσσει Χριστὸς οἷόν τι κύτος καὶ πλάτος θαλάσ σης τὰ πλήθη τῶν ἐθνῶν, μὴ συγχωρήσας αὐτὰ ἠρε μεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις· κεκινηκὼς δὲ μᾶλ λον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων, ἀνασαλεύσας ἁπάντων τὰς ἐπ' αὐτῷ δοξολογίας. Ἢ θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. ∆ιὸ καὶ φοβούμενοι ἔλεγον· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἢ θάλασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν, ἤχους δὲ κυμά των τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασά νους. Ἃς τίς ὑπέμεινεν, εἰ μὴ τῇ δυνάμει Χριστοῦ ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο; Ἀθανασίου. Παρεδήλωσε δὲ καὶ τὸ τῶν ἁγίων ἀποστόλων κήρυγμα· ὅπερ διὰ τὸ ἄηθες καὶ διὰ τὸ καταλύεσθαι τὸ πατρῷον τῶν ἐθνῶν σέβας, καὶ τὴν πολιτείαν αὐτῶν ἀμείβεσθαι, ταραχὴν εὐθὺς καὶ ζά λην τοῖς ἀνθρώποις ἐκίνησε κατὰ τὴν τοῦ Κυρίου φωνὴν, χωρίζον νύμφην ἐκ πενθερᾶς, καὶ πατέρα ἐξ υἱοῦ. Μετὰ δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσεν. Ὅτε οὖν, φησὶ, τὰ ἔθνη ταρα χθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεω ρήσαντες, τὰ ἐπὶ τῇ σῇ παρουσίᾳ γεγενημένα. Ἀθανασίου, Εὐσεβίου καὶ Κυρίλλου. Καὶ μέν τοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκου 27.580 μένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλ λιωμένοις, ἐφ' οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία. Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι· ἡ μὲν πρωΐας, πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τό· Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ἡ δὲ ἑσπέρας, ἡ ἐκ παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν. Ἑκατέρα δὲ τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπὼν, Τὰς προσελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι, τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες τὸν δὲ φύσει γνόντες Θεόν. Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν· Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν· πε πλήρωκας τῶν πνευματικῶν χαρισμάτων τοὺς κατὰ πᾶσαν ὄντας τὴν ὑπ' οὐρανόν· ἡμᾶς δὲ τοὺς τότε πλανωμένους, γῆν ὥσπερ τινὰ ξηρὰν ὄντας καὶ ἄν υδρον, καρποφόρον ἀνέδειξας, καὶ γονιμωτάτην, καὶ ἱερὰν ἀληθῶς. Ἀθανάσιος. Πρὸς δὲ νοῦν ποταμὸς Θεοῦ ὁ Μο νογενής. Ὡς γὰρ ἀπὸ πηγῆς ἔρχεται ποταμὸς, οὕτω καὶ αὐτὸς ἐκ τῆς τοῦ τεκόντος οὐσίας, καὶ ἔστιν ὁμο ούσιος αὐτῷ· ὃς πλήρης ὑδάτων ἐστίν· ἐπεὶ τὸ πλή ρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ. Καὶ ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ· πλήρης χάριτος καὶ ἀλη θείας. Νοηθείη δ' ἂν ποταμὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλῆρες ὑδάτων τῶν διαφόρων χαρισμάτων.
174