τοῦ τρύω, τοῦτο δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τορῶ, ὃ δηλοῖ τὸ τρυπᾶν. (ῃερς. 393.) Ὅτι παῦσις πολυλογίας τὸ, σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν· φιλονείκου δὲ ἀνδρὸς ἔνδειξις τὸ, οὗτος εἴωθε κακῶς ἐρεθιζέμεν ἀεὶ μύθοισι χαλεποῖσιν, ἐποτρύνειν δὲ καὶ ἄλλους. Ἰστέον δὲ ὅτι τὸ μὲν σίγα γράφεται καὶ ἄττα. (ῃερς. 394.) Τὸ δὲ, ἐρεθίζειν μύθοις χαλεποῖς, πρὸς διαστολὴν εἴρηται χρηστοτέρων ἐρεθισμῶν. ἢ καὶ ἄλλως, τὸ ἐρεθίζειν κακολογίαν δηλοῖ παρὰ τῷ ποιητῇ, ὥς περ καὶ τὸ ἐρέθειν, ὅθεν πᾶς ἐρεθισμὸς ἐν χαλεποῖς μύθοις γίνεσθαι δοκεῖ. (ῃερς. 397.) Ὅτι Ἀντινόου δοκοῦντος ἐθέλειν διωχθῆναι τὸν πτωχὸν Ὀδυσσέα, ἵνα δῆθεν μὴ τρύχηταιὁ τοῦ Τηλεμάχου οἶκος, εἰρωνευόμενος ὁ Τηλέμαχος παντοῖος γίνεται. καὶ πρῶτα μὲν εἰσποιεῖται αὐτὸν ὡς εἰς πατέρα οἷα τὴν μητέρα μνηστευόμενον, εἶτα μέμφεται ὡς οὐ καλῶς λέγοντα, καὶ ἐπιτρέπει ἐλεῆσαι τὸν ξένον, ἐλέγχων αὐτὸν ὡς φειδωλόν. φησὶ γοῦν· Ἀντίνοε, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ἤγουν καλῶς μου φροντίζεις ὡς πατὴρ υἱοῦ, (ῃερς. 398.) ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι, ὅ ἐστι διώκειν, μύθῳ ἀναγκαίῳ, ἤγουν ἀναγκαστικῷ. (ῃερς. 399.) μὴ τοῦτο θεὸς τελέσειεν, ὁ ξένιος δηλαδή. (ῃερς. 400.) δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἔγωγε. καὶ ὅρα τρεῖς ἐννοίας κομματικὰς ἐν τῷ στίχῳ τούτῳ. εἶτα λέγει, μήτε τὴν μητέρα εἰς τοῦτό γε ἅζεσθαι, μήτε τιν' ἄλλον δμώων· κωλύει γὰρ οὐδείς. ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, (ῃερς. 404.) αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ· ὅ περ αἰσχροκερδοῦς ἴδιον. ταῦτα ὁ Τηλέμαχος. (ῃερς. 406.) ἐφ' οἷς παροξυνθεὶς ὁ Ἀντίνοος ἐντύνεται κατὰ τοῦ Ὀδυσσέως εἰς τὴν μετ' ὀλίγα βολήν. καὶ τέως ὑψαγόρην συνήθως καὶ μένος ἄσχετον τὸν Τηλέμαχον προσειπὼν, λέγει πρὸς τὸ, δός οἱ ἑλὼν, (ῃερς. 407.) ὡς εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι, τουτέστιν, ἐὰν οἱ μνηστῆρες πάντες τοσοῦτον δοῖεν τῷ πτωχῷ, πολὺν ἂν καιρὸν διαγάγοι μὴ ἐλθὼν εἰς τὸν οἶκον. ὃ δηλοῖ φαινομένως μὲν πολλὴν ἐλεημοσύνην τοῦ πτωχοῦ ἐξ αὐτοῦ, ἀληθῶς δὲ πληγὴν μεγάλην καὶ τραῦμα δεινὸν, δι' οὗ πολὺν χρόνον οὐκ ἂν ἰσχύσῃ ἐλθεῖν εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ὁ πληγεὶς πτωχὸς, ἵνα λέγῃ ὅτι δώσω μὲν, ἀλλὰ δεινὴν πληγήν. (ῃερς. 409.) ἐφ' οἷς καὶ θρῆνυν ἑλὼν ὑπέφῃνε τραπέζῃ κείμενον, ᾧ ἔπεχε λιπαροὺς πόδας εἰλαπινάζων. καὶ τέως μὲν ἀφίησι κεῖσθαι τὸν θρῆνυν, μετ' ὀλίγα δὲ βάλλει δεξιὸν ὦμον τὸν τοῦ Ὀδυσσέως, ὡς ῥηθήσεται. Σημείωσαι δὲ, ὡς νῦν μὲν οὕτως ὁ Ἀντίνοος ἐσχημάτισε, μετ' οὐ πολλὰ δὲ καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς φιλοτιμήσεται εἰπεῖν κατὰ σχηματισμὸν, ὃν Τηλέμαχος μὲν συμβαλεῖται ἂν τότε, οὐ μὴν δὲ καὶ οἱ μνηστῆρες διὰ τὸ ἀσφαλὲς τοῦ σχηματισμοῦ. ἔνθα ἐρεῖ, μὴ πένθιμον εἶναι, ὁπότε τις περὶ τοῖς ἑαυτοῦ μαχόμενος βληθείη καὶ τὰ ἑξῆς. (ῃερς. 410.) Ὅρα δὲ ὅτι ἀρσενικῶς εἶπε τὸν θρῆνυν, ὡς δηλοῖ τὸ, ᾧ ἔπεχε πόδας, ἤγουν ἐφ' ᾧ εἶχε τοὺς πόδας. ὃν κείμενον ἐν τῇ τραπέζῃ καὶ ὑποκείμενον τοῖς ποσὶν ὑπέφῃνεν ἤγουν ὑποκάτω ἔφῃνεν 2.153 ὑπεξαγαγὼν τῶν ποδῶν, ὡς ἂν ἔχοι ῥᾷον αὐτοῦ ἐπικύψας ἅψασθαι, ὅτε θελήσει κατὰ τοῦ Ὀδυσσέως βαλεῖν. (ῃερς. 410.) Ὅτι δὲ τὸ ἐπέχειν ἔστιν ὅτε καὶ ἔχθραν δηλοῖ, ἐν τοῖς ἑξῆς που δηλώσει ὁ ποιητής. (ῃερς. 408.) Τὸ δὲ, τρεῖς μῆνας, ἁπλοϊκῶς παρεῤῥίφη καὶ οὐ σπουδαίως ὥρισται. (ῃερς. 411.) Ὅτι ἔλεον πτωχοῦ δηλοῖ τὸ, οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ὁ λαβὼν πτωχὸς, αὖτις ἐπ' οὐδὸν ἰὼν, προικὸς γεύσεσθαι Ἀχαιῶν, ἤγουν δωρεᾶς, ὡς καὶ προγέγραπται. (ῃερς. 415.) Ὅτι ὁ δεόμενος τῶν τινὸς μεγιστάνων ἐπὶ δώρῳ εἴποι ἂν τὸ, δὸς φίλος, οὐ μέντοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον, ἠέ περ ἄλλοι, σίτου ἢ τοῦδε τινός. (ῃερς. 418.) ἐγὼ δ' ἄν σε κλείω κατ' ἀπείρονα γαῖαν. Ὀδυσσέως δὲ καὶ τοῦτο λόγος, ὃς οἷα πολλὴν γῆν ὡς ἀλήτης περιϊὼν ὑπισχνεῖται, τὸν Ἀντίνοον παρὰ πολλοῖς εὐκλεῶς φημίσαι. εἰ δὲ καὶ ἐκ πλουσίων ποτὲ εἴη ὁ δεόμενος, πρέπει προσθεῖναι καὶ τὰ ἑξῆς· (ῃερς. 421.) καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν