175
τινα συνθέντες ἐπῇδον αὐτῷ· τὰ δ' ἦσαν· ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε. Καὶ ταῦτα μὲν ἔσχον οὕτως· οἱ δ' ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν δι' ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι, πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ' ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον τοῦ βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας 657 καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὖν καὶ τῆς δευτέρας πειραθέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ' ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλήπτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατηγοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας περιεζωσμένον ἀρχήν, λύπης τ' αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ' οὖν κἀκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα συνέθεντο, ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια. Ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων καὶ ἐν τῷ θέματι τῶν ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιωτικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη 658 δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρατιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν. ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἱ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἰταμώτερον. ὡς δ' ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσαράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατοπεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθὼν καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ' αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δεσμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτως τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῷ καὶ ὅσα τετόλμηκε. Καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε Κομνηνὸς καὶ οἱ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ. 659 ἦν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βασίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ' οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνὸν τυραννίδι ἐπιχειρήσαντα μεμαθήκεσαν καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ' εἶναι τὸ ὑπ' αὐτῶν μελετώμενον δόξαντες, ἁρπάζουσι τὸν καιρὸν καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν τῷ Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμπασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νίκαιαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρατευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος, ἵν' ἔχοι τὴν πόλιν ὁρμητήριον ἢ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ· καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης