ἐνδιέβαλλον, καὶ πλάνον ἐκάλουν, ἐπιπλήττων ὁ ψάλλων φησί· Παύσα σθε, εἴπατε δὲ μᾶλλον αὐτῷ, ὅτι Φοβερὰ τὰ ἔργα σου. Εἶτα ἐπεὶ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐ τοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσ ομιλεῖ, λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυ μάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύσαντο αὐτόν· τουτέστιν, ἐνδιέβαλλον τὴν ἀνάστασιν. Ἀθανάσιος, Κύριλλος, Γρηγόριος Νύσσης. Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀντ' ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱε ρουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τό· Προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, καὶ τῆς προσκυνήσεως γενο μένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων γινομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγο ρίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ ∆εσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. Ἀθανάσιος. Τῶν ἀποστόλων ἐνταῦθα εἰσάγει τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα οὗτος ὁ ἐν τῇ κατὰ σάρκα παρουσίᾳ τὰς θεοσημείας ἐργαζόμε νος, αὐτός ἐστιν ὁ πάλαι τὴν Ἐρυθρὰν θάλασσαν ξηράνας, καὶ μὴν καὶ τοῦ Ἰορδάνου ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ. Φησὶν οὖν· Ἐπιστήσατε τὸν νοῦν καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ γινομένων ἑκάστων, ὅπως ἐστὶν ἐν βουλαῖς ἀκατάληπτος· καὶ τὴν ἄῤῥητον αὐ τοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος 27.585 ποδηγεῖ πρὸς εὐσέβειαν. Φοβεραῖς γὰρ καὶ θαυμασταῖς μηχαναῖς ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἐκεῖ σὺν Χριστῷ βασιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ' αὐτῷ. Εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια. Ἀθανάσιος, Εὐσέβιος. Κατὰ δὲ πνευματικὴν ἐκδοχὴν ὀφθαλμοὺς Θεοῦ τοὺς ἀποστόλους νοήσομεν· παραπικραίνοντας δὲ τοὺς Ἰουδαίους, οὓς καὶ οἱ προ φῆται οἶκον ἐκάλουν παραπικραίνοντα. Τίς γὰρ, φησὶν, ὁ παραπικραίνων ἀλλ' ἢ ὁ οἶκος Ἰσραήλ; Τῷ γοῦν παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπεῖδεν ὁ Κύριος. Ὅθεν μὴ ὑψούσθωσαν οἱ ἀσεβεῖς, ὡς δυνά μενοι ἀπολέσαι τοὺς τῷ Εὐαγγελίῳ προσερχομένους· ἀλλὰ μηδ' ὁ ὑπερόπτης λαὸς, ἤγουν ὁ Ἰσραὴλ, μέγα φρονείτω, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψη λὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ' ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ· ἴστω δὲ μᾶλλον, ὅτι παρεπίκρανε τὸν κτίσαντα. ∆ιὸ καὶ μετ έστησεν ἀπ' αὐτοῦ τὴν ἐπισκοπήν. Ἀθανάσιος. Πρὸς δὲ νοῦν οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν φασιν· Ὅταν ἀκούσητε παρ' ἡμῶν, τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ' ἡμῶν εὐλογήσατε, οὐκ ἔτι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν τὸν τῆς ζωῆς δοτῆρα. Ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφὴ, ἐν ᾧ ἔθετο ὁ Θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν. Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν τὰς θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀπο στόλοις τὸ Πνεῦμα προαναφωνεῖ, ἐκ προσώπου αὐ τῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς. Καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεως γίνεται, δοκιμαζο μένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυ ρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυ μένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν. Ἀθανάσιος. Πρὸς νοῦν φασὶν οἱ ἀπόστολοι· Εἰσελευσόμεθα εἰς τὸν ναὸν τὸν ἐπουράνιον οὐκ ἐν αἰσθητοῖς, ἀλλ' ἐν νοητοῖς ὁλοκαυτώμασιν. Ὅλους γὰρ ἑαυτοὺς
176