ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτω μάτων. 27.588 Ἀθανάσιος, Κύριλλος, Βασίλειος. Πρὸς δὲ διά νοιαν· Πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα, καὶ οἱ βόες, καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι, ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κε ρατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως. Ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι, γεωπόνον ὑπάρχον τὸ ζῶον ὁ βοῦς. Χίμαροι δὲ τὰ μετανοίας ἔργα· περὶ ἁμαρ τίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία. Ἀθανάσιος. Οἱ μέντοι ἀπόστολοι οὐκ ἀρχαίων διηγημάτων ποιοῦνται μνήμην· ἀλλὰ τὰ νέα τοῦ Σω τῆρος ἡμῶν θαυμάζουσι κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ψυχαῖς ἐχαρίσατο. Ἀθανασίου. Τάχα δὲ ἁμαρτωλοὶ οἱ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· οἳ καὶ ὡς καπνὸς ἐκλείπουσι, τῷ ἁγίῳ Πνεύματι ἐλαυνόμενοι καὶ σκεδαννύμενοι· καὶ ὡς κηρὸς τήκονται ὑποῤῥέοντες τῇ ἐπιφανείᾳ τοῦ Χριστοῦ, ὃς πῦρ λέγεται καταναλίσκον τὴν μοχθη ρίαν. Καὶ λοιπὸν οἱ δικαιωθέντες ἐκ πίστεως, κατα λυθείσης τῆς τυραννίδος τῶν δαιμόνων, εὐφραί νονται. Εὐσεβίου, Ἀθανασίου. Καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, μορφὴν δούλου λαβὼν, καὶ τὰς ἀκτῖνας τῆς αὐτοῦ ὥσπερ συστείλας θεότητος, καὶ καταδὺς ἐν τῷ σώματι, ἢ καὶ ἐν αὐτῷ τῷ θανάτῳ, τὸ κατακεχυμέ νον τῶν ἀνθρωπείων ψυχῶν σκότος ἀπήλασε. Πλὴν εἰ καὶ τῆς ἡμετέρας ἐπέβη πτωχείας, καὶ τὴν οἰκείαν οἰκονομικῶς συνεσκίασε δόξαν, τὴν εἰς ἀνθρώπους ποιησάμενος πάροδον καὶ τὴν ἔνσαρκον ἐνδημίαν, ἀλλ' οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γε γονὼς οὐκ ἀπέβαλε τὸ εἶναι Θεός. Παρακελεύεται τοίνυν ὁ λόγος τοῖς ἱεροῖς ἀποστόλοις μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν τῶν ψυχῶν αὐτῶν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ διὰ τοῦ κηρύγματος. Εἶεν δ' ἂν δυσμαὶ εἴτουν νύκτες καὶ αἱ τοῦ τῆς δικαιοσύνης ἡλίου ἐκπεσοῦσαι ψυχαί· ὧν Χριστὸς τὸν τῆς πλάνης ζόφον ἐξήλασεν, ἐνοικήσας αὐταῖς διὰ πίστεως. Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλον ἐμαυτὸν, ἅτε ἀνεξερευνήτων ὄντων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν ἐμαυτῷ πεπόρισμαι καιρόν. Οὗτος δὲ ἦν ὁ τοῦ δικαστηρίου καιρὸς, ὅτε ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τότε γὰρ ἀκριβῶς οἱ 27.589 μικρόψυχοι εἴσονται, ὁποῖον μὲν ἡ ἀρετὴ, ὁποῖον δὲ ἡ κακία. Κατὰ δὲ τὸν ἱερὸν Ἀθανάσιον· Ἐπειδὴ οὐδέν μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι παρὰ σοῦ, ἅτε φθαρτῶν ὄντων πάντων καὶ προσκαίρων· ἑνὸς δὲ μόνου ηὐχόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυτὸν ἐπὶ τῆς γῆς. Τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνον γενέσθαι. Ἐξέλιπε γὰρ ἡ καρδία μου· τί ἐπιζητοῦντος; τὰς ἄνω διατριβάς.
177