δὲ τοιοῦτος καὶ ἐπιτιμητὴς ἂν λεχθείη ποτὲ κατὰ τὸ, ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρύς. καὶ γυμνασίου δέ, φασιν, ἐπιστάτης ὁ ἐπιμελητής. ἐνταῦθα δὲ μνηστέον τοῦ γραμματικοῦ Ἀριστοφάνους, εἰπόντος οὕτω ῥητῶς· ἐπιστάτης ἐπὶ μόνου τοῦ χυτρόποδος δοκεῖ τοῖς πολλοῖς τάττεσθαι καὶ τοῦ μεταιτητοῦ, ὡς παρ' Ὁμήρῳ. ἀγνοοῦσι δὲ ὅτι καὶ ὁ παιδοτρίβης οὕτω καλεῖται. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καθηγητῶν τάττειν οὔ φημι πάντως τὴν χρῆσιν δεικνύναι. προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ' Ὅμηρον ὁ ἐπιστάτης. γίνεται γάρ, φησιν, ἐπιστάτης Ἀθήνῃσιν ἐκ τῶν πρυτανέων εἷς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς, ἐν οἷς τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα. καὶ τοιαῦτα μὲν ταῦτα. ἕτεροι δὲ ἐπιστάτην φασὶ ξύλινόν τι πολλοὺς παττάλους ἔχον, ἐξ οὗ οἱ μάγειροι ἀπεκρέμων, φασὶ, τὰ κρέατα καὶ τὰ ἐργαλεῖα. ἄλλοι δὲ ἐπιστάτην οἴδασί τινα πήλινον πλαττόμενον παρὰ ταῖς ἐσχάραις, ὥς περ παρὰ ταῖς καμίνοις Ἡφαίστους πλάττουσι. τινὲς δὲ λέγουσι καὶ ἐπίστατόν τι, ὡς δηλοῖ ὁ εἰπὼν, ὅτι ἐπίστατος ὁ καὶ πυρίστατος καλούμενος, ὃν δηλαδὴ πυροστάτην οἱ ἀγροικότεροι λέγουσι. Καλλίστρατος δὲ τὸν ἐσχάρᾳ ἐπιτεθειμένον οὕτω λέγει. (ῃερς. 455.) Τὸ δὲ, οὐδ' ἅλα δοίης, ἀντὶ τοῦ, οὐδὲ τὸ ἅλας τὸ ἐπὶ ξενίᾳ διδόμενον, ἵνα λέγῃ παροιμιωδῶς, ὅτι οὐδὲ τὸ εὐτελέστατον ἂν δοίης. Ὅτι δὲ τὸν ξένιον ἅλα θεῖον ὁ ποιητὴς οἶδεν, ἐδήλωσεν ἐν ταῖς λιταῖς, ἔνθα ἐγράφη καί τινα συντεθειμένα ἐκ τοῦ ἁλός. νῦν δὲ μνηστέον καὶ ὅτι, καθὰ κρέας ἁλίπαστον καὶ ἰχθὺς, οὕτω καὶ χωρίον ἁλίπαστον. αὐτὸ μέντοι ἐξ ἐπιβουλῆς ποτὲ πρὸς τὸ μὴ φύειν καρπόν. ὅθεν, φασὶ, καὶ οἱ δεινῶς δυσθεράπευτοι τὰ σώματα ἁλίσπαρτοι κωμικώτερον ἐκαλοῦντο. λέγουσι δέ τινες παρὰ τὸν ἅλα καὶ νεαλὲς τὸ ἁλσὶ νεωστὶ πεπασμένον. οἱ δέ γε περὶ προσφάτου καὶ νεαροῦ καὶ νεαλοῦς γράψαντες καὶ ἑτεροῖόν τι τὸ νεαλὲς οἴδασι, πρόσφατον μὲν κρέας φάμενοι, παρὰ τὸ φάσαι ἤγουν φονεῦσαι, ὅθεν καὶ φάσγανον. νεαρὸν δὲ ὕδωρ, τοῦ ἀρύειν ἐγκειμένου τῇ λέξει· νεαλὲς δὲ, τὸ νεωστὶ ἑαλωκός. μνηστέον δ' ἐνταῦθα καὶ ἀνδραπόδων ἁλωνήτων, ἅ περ ἁλὸς ὠνοῦντο τινὲς, οἳ ὡς εἰκὸς κατὰ τὸν ποιητὴν οὐκ ἤδεισαν θάλασσαν, καὶ διατοῦτο πολλοῦ ἠξίουν τὸν ἅλα, ὡς καὶ τὸ τιμιώτατον τὸν ἄνθρωπον ἅλμης οὕτω πεπηγυίας ἀντιδιδόναι. καὶ τοιοῦτον μὲν τὸ, οὐδ' ἅλα δοίης, ὡς γράφει Ἀρίσταρχος. Καλλίστρατος δὲ οὔδαλα ψιλῶς, φασὶν, ἐκδέχεται καὶ προπαροξυτόνως ἀντὶ τοῦ κόπρια, ἢ ἄλλως λύματα, παρὰ τὸν οὐδὸν ἤτοι τὸν βατῆρα κείμενα. πρόσκειται δὲ τὸ ψιλῶς ἐν τῷ λόγῳ τῶν παλαιῶν, διότι καὶ τὸ οὔδαλα ἐπνευμάτιζε τὸ φωνῆεν ἐν τῇ παραληγούσῃ διὰ ψιλῆς, οὐ μὴν διὰ δασείας, ἥ πέρ ἐστιν ἐν τῷ, οὐδ' ἅλα δοίης, διὰ τοὺς δασυνομένους ἅλας. λεχθείη δ' ἂν ὁ ὡς ἐῤῥέθη τῷ ἐπαιτοῦντι, μηδὲ ἅλα διδοὺς, οὐ μόνον φειδωλὸς καὶ κίμβιξ καὶ γλίσχρος καὶ τὸ κύμινον πρίων καὶ συνθέτως κυμινοπρίστης, ἔτι δὲ καὶ λιμὸς, καὶ εἴ τι τοιοῦτον, ἀλλὰ καὶ Μυκόνιος ἀνὴρ παροιμιακῶς. δοκοῦσι γὰρ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν ἔχειν νῆσον τὴν Μύκονον γλίσχροι καὶ πλεονέκται εἶναι. Κρατῖνος οὖν, ὥς φησιν Ἀθήναιος, τὸν γλίσχρον Ἰσχόμαχον Μυκόνιον εἶπεν. ἐνταῦθα δὲ χρήσιμα ἐκ τῶν παλαιῶν καὶ τὸ, κίμβιξ ὁ ῥυπαρὸς ἀπὸ κιβδήλου, φασὶ, χρυσίου καὶ ἀργυρίου. καὶ λιμοκίμβιξ δὲ ὁ αὐτὸς, καὶ κυμινοκίμβιξ διὰ σμικρότητα, καὶ ῥυποκόνδυλος, καὶ συκοτραγίδης παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ, διὰ τὸ εὐτελές, φασι, τοῦ βρώματος, καὶ γλίσχρος, διὰ τὸ γλίχεσθαι πολλῶν, καὶ φειδὸς ἤγουν φειδωλὸς, διὰ τὸ φείδεσθαι πολλῶν, καὶ τρυσίβιος παρὰ τῷ κωμικῷ καὶ θυμβρεπίδειπνος, ὧν ὁ μὲν δηλοῖ τὸν τρύοντα ἤτοι κακοπαθοῦντα περὶ βίον, ὁ δὲ τὸν εὐτελῶς δειπνοῦντα ὡς θύμβροις ἀρκεῖσθαι, ἅ περ ἴσως ἡ χυδαία γλῶσσα θρύμβους λέγει. τοιούτου δὲ σκώμματος καὶ ὁ μυσάλμης,