γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι. (ῃερς. 457.) Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ δι' αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναι 2.156 χρὴ σίτου ἀποπροταμόντα δοῦναι. (ῃερς. 460.) Τὸ δὲ, δι' ἐκ μεγάρου ἂψ ἀναχωρήσειν, πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, ἀναχωρήσας προσέφη Ὀδυσσεύς. ἐκεῖνο μὲν γὰρ ἐκ τραπέζης ἦν ἀναχώρησις, νῦν δὲ ἐκ μεγάρου ἀναχωρήσει. (ῃερς. 462.) Ὁ δὲ βληθεὶς θρῆνυς εἴη ἂν καὶ σφέλας, ὡς προδεδήλωται, διὰ τὸ ῥᾷον σφάλλεσθαι, ἤγουν ἀνατρέπεσθαι διὰ σμικρότητα, ἢ καὶ διὰ τὸ δύνασθαι σφῆλαι, εἰ καὶ μὴ ἔσφηλε τὸ τοιοῦτον βέλος τὸν Ὀδυσσέα. εἰ δὲ σφέλας τὸ τοιοῦτον νοηθείη, ἰδοὺ παρὰ βραχὺ καὶ ἀμφὶ κάρη βάλλεται ὁ ξένος, εἴ γε βάλλεται πρυμνότατον κατὰ νῶτον, ὅ ἐστιν ἔσχατον πρὸς τῇ κεφαλῇ δηλαδή· ὁποῖον καὶ μετ' ὀλίγα τὸ, θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. Σημείωσαι δὲ κἀνταῦθα ὡς κατὰ παλαιὰν γνώμην ἅπαν τὸ παρατυχὸν ἀχορηγήτου θυμοῦ ὅπλον γίνεται. Ἀντίνοός τε γὰρ σφέλας ῥίψας βάλλει τὸν Ἰθαγενῆ τοῦτον ξένον, καί τις ἕτερος πόδα βόειον ἐπαφείς. καὶ Ὅμηρος μὲν οὕτως ἐλλόγως γράφει. Αἰσχύλος δὲ οὐκ εὐπρεπῶς παράγει Ἕλληνά τινα ἐν μέθῃ λέγοντα· ὅδ' ἔστιν, ὅς ποτ' ἀμφ' ἐμοὶ βέλος γελωτοποιὸν τὴν κάκοσμον οὐράνην ἤτοι ἀμίδα ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ πληγεῖ σ' ἐναυάγησεν ὀστρακουμένη χωρὶς μυρηρῶν τευχέων πνέουσ' ἐμοί. καὶ Σοφοκλῆς δέ που, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, φησίν· ἀλλ' ἀμφὶ θυμῷ τὴν κακόκοσμον οὐράνην ἔῤῥιψεν οὐδ' ἥμαρτε, περὶ δ' ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος, οὐ μύρου πλέον, ἐδειματούμην δ' οὐ φίλης ὀδμῆς ὕπο. ἀποθραύσματα δέ πως αὐτὰ ∆ημοσθενικοῦ τοῦ, ἐνεούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατεῤῥήγνυον. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 463.) Ἰστέον δὲ ὅτι λέγεται πρυμνὸν καὶ ἐπὶ τῷ κάτω, οἷον τυχὸν ῥίζης ἢ τοιούτου τινός. ὅλως δὲ εἰπεῖν, πρυμνὸν τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ περῶ, περύω, τὸ περατῶ, ἐξ οὗ καὶ ἡ τῆς νηὸς πρύμνη, καὶ πρυμνόθεν τομὴ ἡ πρόῤῥιζος. Τοῦ δὲ, ἐστάθη ἠΰτε πέτρη, ἑρμηνεία ἐστὶ τὸ, οὐδ' ἄρα μιν σφῆλε βέλος. τὸ γὰρ σταθὲν οὐκ ἔσφαλται. σφάλλεσθαι γὰρ τὸ καταπίπτειν, καὶ σφάλλειν τὸ καταῤῥίπτειν, οἷς τὸ ἐναντίον ἀνασφάλλειν. καὶ τὸ ἔμπεδον δὲ ἑρμηνευτικόν ἐστι τοῦ, ἐστάθη καθὰ πέτρα, ὃ ταχυτάτη ἐστὶ παραβολὴ τῷ καιρῷ πρέπουσα. οὐ γάρ ἐστιν ἐν τοιούτοις πανηγυρίζειν παραβολικῶς. (ῃερς. 464.) Τὸ δὲ σφῆλεν ἔοικεν ἡ ἐτυμολογία εἶναι τοῦ προειρημένου σφέλαος. Βέλος δὲ τὸν ῥηθέντα θρῆνυν εἶπε. (ῃερς. 465.) Τὸ δὲ, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων, ὀργὴν κρυφαίαν δηλοῖ. (ῃερς. 468.) Τὸ δὲ, κέκλυτέ μευ, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει, προσοχὴν ἀκροάσεως ποιεῖ. (ῃερς. 470.) Τὸ δὲ, οὐ μὰν οὔτ' ἄχος ἐστὶ καὶ ἑξῆς, ὡς προγέγραπται, ἐσχημάτισται, ὡς προδεδήλωται. διὸ καὶ κλύειν χρὴ προσεχόντως, ὡς καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς βούλεται. ἀληθῶς γὰρ Ὀδυσσεὺς περὶ τοῖς ἑαυτοῦ μαχειόμενος κτήμασι βέβληται. ἵνα δὲ μὴ ἐξ ὑποψίας περιέργου ὁ σχηματισμὸς νοηθείη, ἀφανίζει αὐτὸν διὰ τοῦ ἐπαγομένου, εἰπών· γαστρὸς ἕνεκα πάσχειν. ἔστι δὲ ὅμως καὶ τοῦτο ἀστεῖον καὶ σύμφωνον τῷ σχηματισμῷ, ἵνα εἴη τὸ ὅλον τοιοῦτον. εἰ μὲν περὶ τῶν ἐμῶν κτημάτων ἦν αὐτίκα νῦν ἡ μάχη, οὐκ ἦν ἂν ἄχος. νῦν δὲ τέως χάριν γαστέρος βέβλημαι, ἤγουν τῆς πρὸς χάριν τροφῆς. τῷ γὰρ δοχείῳ συνεννοεῖται τὸ ἐντιθέμενον. ἐπεὶ ἀληθῶς ὁ ἀλήτης ἐπαίτης οὐ περιουσιασμοῦ χάριν πτωχεύει, ἀλλὰ τοῦ τὴν γαστέρα ἐμπλῆσαι. (ῃερς. 471.) Τὸ δὲ, μαχειόμενος, ποιητικὴ λέξις, ὡς ἐκ τοῦ μαχῶ, μαχείω. οὕτω δὲ καὶ τὸ, πήραν ἐϋπλείην, ἀντὶ τοῦ εὖ πεπληρωμένην, καὶ τὸ βλήεται. καὶ οὐκ ἄν τις μὴ μετρικῶς γράφων αὐτοῖς