178
βασιλείας ἐπέβησαν, οὐ καλῶς χρησαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων οἰκοδομάς, τὰ δὲ δωρουμένων οἷς ἔτυχεν ἢ τέως οἷσπερ ἐβούλοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυτανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προθέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορθώσει ἐπικεχείρηκεν, ἀλλ' ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τὸ ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύαστο τὰ οἰδήματα, ἀλλ' οὐ μαλάσσειν οὐδ' ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδ' ἐξ οὗπερ τοῦ κράτους ἐπέβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν, ἀναποδίσας τὴν τοῦ πρὸ αὐτοῦ πρᾶξιν ἀνέτρεψε καὶ εἴ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας, ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ δημῶδες ἐποίει, ἀλλ' οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα 668 προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς παρ' ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτηρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκουμένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε καὶ ἄλλο ἐπ' ἄλλῳ καθ' ἑκάστην ἐνεώχμου τοιοῦτον. ἐντεῦθεν ἅπασι μισητὸς ἦν τῷ τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ' ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκείνοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχειρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδῶσαν ἐκέκτητο τὴν ψυχήν. Ἀλλ' οὐδ' ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα ἀπετύγχανεν, ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύτην αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύ669 σατο. τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰκείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφεστώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρανίων δυνάμεων, ἵν' ἑορτάσῃ λαμπρότερον, πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν (οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου Σοφίας τὸν ἄνδρα καταγαγεῖν, ἵνα μὴ παρὰ τῷ κλήρῳ ἢ καὶ τῷ δήμῳ θόρυβος γένηται), ἐκεῖνόν τε καὶ τοὺς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑποβαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο καί τισι τῶν ἀρχιερέων συνεργοῖς πρὸς τοῦτο ἐκέχρητο δηλοῖ τε δι' αὐτῶν τῷ ἀνδρὶ ἀπείπασθαι τὴν ποιμαντικήν, ἵν' ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ' αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ' ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ' ἔφθη λύσας τὴν φροντίδα τοῦ πατριάρχου ὁ θάνατος. μετ' ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις τῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγγελίσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ' 670 εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε καὶ τὸν ἐκείνου νεκρὸν μετ' ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο καὶ τοὺς ἐκείνου ἀδελφιδοὺς αὖθις ἀποκατέστησε πρὸς τὰς πρότερον τιμάς. τῇ δ' ἐκκλησίᾳ τὸν πρόεδρον καὶ πρωτοβεστιάριον Κωνσταντῖνον τὸν Λειχούδην ἀντικατέστησεν, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγάνων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ' ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι' ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ' αὐτοῦ