179
ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαληθεῖεν συνοδικῶς, μὴ οἷόν τ' εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. "εἰ δὲ δοίης μοι" ἔφη "τῶν Μαγγάνων τὰ δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρι671 σθῆναί σε." συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπανελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι' αἰσχύνης ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν. Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἱ μὲν ἄλλοι ὑπέκυψαν καὶ εἰρήνευσαν (οὐ γὰρ ὑφ' ἕνα πάντες ἡγεμόνα ἐτάττοντο), εἷς δ' αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλὼν ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀναζευγνὺς δ' ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ, ἤδη τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεσούσης πρὸ ὥρας πολλῆς, τῆς ἵππου τε τὸ πλέον διέφθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ' ὑπερχειλεῖς γεγονότες καὶ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπι672 λιπεῖν. εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεὺς καὶ ὑπὸ δρῦν ἔστη παμμεγέθη, ἐκεῖ που ἑστῶσαν· καί τινες τῶν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ' ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ' αὐτίκα ῥιζόθεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δὲ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν καὶ ἀποτιννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρωτομάρτυρι Θέκλᾳ· κατὰ τὴν ἡμέραν γάρ, ἐν ᾗ τελεῖται ἡ μνήμη ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέφυγε κίνδυνον. Ἀλλ' ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, εἰ καὶ μὴ συμφωνοῦσιν οἱ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν Ψελλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ' ἄρκτους καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους ἀναφλεγῆναι, εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ 673 τὸ ἆσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον τὸ βιωσόμενον ἢ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν ∆οῦκαν Κωνσταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα, πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν κἀκεῖνος τὸν βασιλέα ἱστόρησε περὶ τὴν Νεάπολιν, σῦν δ' ἐπιφανῆναί ποθεν τὴν θέαν φρικτόν, καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δὲ ὡς ἐξ ἀστραπῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῇ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ' αὐτὸν αἰσθανόμενον, ἀκατίῳ δ' ἐκεῖθεν ἐμβιβασθέντα κομισθῆναι εἰς τὰ βασίλεια καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν ∆οῦκαν Κωνσταντῖνον βασιλέα προχειρισάμενον, καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ, κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα ἐκ τοῦ νοσήματος. ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μῆνας 674 τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύμενος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ' αὐτοῖς καὶ τοὺς τούτων τροφίμους προσδεχόμενος. αἰτιώμενος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν "ὤκνουν" ἔλεγε "τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν." Ὁ δὲ πρόεδρος Κωνσταντῖνος ὁ ∆οῦκας τῆς βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς