186
ἀποστατήσαντος, ἱππότης αὐτὸς αὐτίκα ἐπιφανεὶς καὶ τὸ στρατιωτικὸν ἐπαγόμενος κατέπληξέ τε τὸ ἀποστατῆσαν καὶ αὖθις συμμαχι697 κὸν αὐτῷ ἐποιήσατο. εἶτα ἄπεισιν εἰς Θεοδοσόπολιν κἀκεῖ δύο μηνῶν ἕκαστον ἐπάγεσθαι κελεύσας τροφήν, ὡς διὰ ἀοικήτου μέλλων πορεύεσθαι, διεῖλε τὸ στράτευμα καὶ μοῖραν μὲν τῷ Ῥουσελίῳ παρέσχεν (ἀνὴρ δ' οὗτος Λατῖνος πολεμικώτατος) καὶ κατὰ τοῦ Χλιὰτ αὐτὸν ἐξαπέστειλεν. ἑτέραν δὲ μοῖραν ἑτέρῳ προσένειμε, προστάξας αὐτῷ πορθῆσαι τὸ Μανζικίερτ· αὐτὸς δὲ ὁ βασιλεὺς μετὰ τῶν λοιπῶν οὐκ ἀξιομάχων ὄντων περιελέλειπτο. τὸ μὲν οὖν Μανζικίερτ δι' ὁμολογίας τῷ βασιλεῖ παραδέδοτο, ἀποδεδειλιακότων τῶν Τούρκων καὶ πίστιν αἰτησαμένων καὶ τούτου ἐκστάντων. στρατιώταις δὲ εἰς συλλογὴν ἐξελθοῦσι τῶν χρειωδῶν πολέμιοι ἀθρόον ἐπήλθοσαν. ὃ γνοὺς ὁ βασιλεὺς τὸν μάγιστρον Νικηφόρον τὸν Βρυέννιον ἐπ' αὐτοὺς ἐξαπέστειλε μετά τινος συντάγματος, ὃς τοῖς Τούρκοις προσβαλὼν καὶ κάμνουσαν βλέπων τὴν μετ' αὐτοῦ δύναμιν, στείλας ᾔτει ἐπικουρίαν. ὁ δὲ βασιλεὺς ἀγνοῶν τῶν ἐναντίων τὴν δύναμιν δειλίαν κατέγνω τοῦ Βρυεννίου καὶ κατὰ τοῦ ἀνδρὸς ἐτραχύνετο. ἔτυχε δὲ τότε ὁ ἱερεὺς ἀναγινώσκων 698 τὸ εὐαγγέλιον καὶ λέγων "εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν." ὅμως ἔστειλε καὶ τὸν μάγιστρον Νικηφόρον τὸν Βασιλάκιον μετὰ μοίρας στρατιωτῶν, ὧν προστεθέντων τῷ Βρυεννίῳ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών. εἶτα τοῦ Βασιλακίου ὁρμήσαντος ἐν προμάχοις κατὰ τῶν ἐναντίων μετὰ τῶν περὶ αὐτόν, τὰ νῶτα ἔτρεψαν οἱ πολέμιοι, ὁ δὲ ἐδίωκε, τοῦ Βρυεννίου σὺν τοῖς ἀμφ' αὐτὸν μὴ διώκοντος. ὡς δὲ περὶ τὸν χάρακα τῶν ἐναντίων ἐγένετο, πληγέντος αὐτῷ τοῦ ἵππου, ἀπέβη αὐτοῦ καὶ διὰ τὸ τῶν ὅπλων βάρος οὐκ εὐκίνητος ὢν κυκλοῦται παρὰ τῶν πολεμίων καὶ ζωγρηθεὶς τῷ σουλτάνῳ προσάγεται· οὔτε δ' ἐκεῖνος δουλικώτερον αὐτῷ προσῄει οὔτε μὴν ὁ σουλτὰν ὡς αἰχμαλώτῳ αὐτῷ προσήνεκτο, συχνάκις δὲ τὸν ἄνδρα μετακαλούμενος περὶ τοῦ βασιλέως διεπυνθάνετο καὶ τὰς οἰκείας δυνάμεις ἐδείκνυεν. ὁ δὲ καὶ ἐπῄνει τὰ τοῦ σουλτὰν καὶ ἐθαύμαζεν, οὐ μέντοι συμφέρειν αὐτῷ ἔλεγεν ἀντιπαρατάξασθαι τῷ βασιλεῖ. ὁ δέ γε βασιλεὺς μετὰ τῶν περιλοίπων ἐξῆλθε τοῦ χάρακος κατασκοπήσων τί τὸ γινόμενον, ἑστὼς δ' ἐπὶ γεωλόφων μέχρις ἑσπέρας ὑπέστρεψε. καὶ οἱ Τοῦρκοι δ' εὐθὺς ἐκύκλωσαν 699 τὸ στρατόπεδον καὶ τοῦτο περιιππεύοντες βέλη ἔβαλον καὶ βοαῖς 699 ἀσήμοις καὶ ὑλακαῖς περιήχουν τὴν στρατιάν. οὕτω μὲν οὖν ἡ νὺξ ἐκείνη παρῆλθεν· ἕωθεν δὲ Οὔζων τι σύνταγμα πρὸς τοὺς πολεμίους ἀπηυτομόλησε. καὶ τοῦτο ὕποπτον καὶ τὸ μεῖναν ἔτι πλῆθος τῶν Οὔζων ἐποίησεν. Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ' οὐκ ἀφίκοντο (ὁ γὰρ Ταρχανειώτης, οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον, καὶ μετὰ τῶν ὑπ' αὐτοὺς δυνάμεων ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια), ἔγνω ὁ ∆ιογένης μετὰ τῶν συνόντων αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτῳ δὲ πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ φιλανθρώπως τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγγεῖλαι ὡς "εἰ βούλοιτο περὶ συμβάσεων διαλέξεσθαι, καταλιπέτω 700 τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι μετασκηνωσάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χάρακα πήξασθαι, ὅπου νῦν ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή." ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαζονικώτερον συντόμως ἐπανελθεῖν ἐνετείλατο. οἱ μὲν οὖν τῷ σουλτὰν τοὺς τοῦ βασιλέως λόγους ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰρήνης συνθηκῶν ἐβουλεύετο. ὁ δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι λέγουσι τὸν σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν καὶ διὰ τοῦτο τὴν εἰρήνην ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν πρέσβεων ἀναμείνας ὑποστροφὴν