189
Κωνσταντίνῳ τῷ ∆ούκᾳ ὑπηρετήσασθαι. ἦν δὲ περὶ πραγμάτων μεταχείρισιν δεξιὸς καὶ λόγοις ὡμιληκώς, 708 τὸ δὲ ἦθος ἔχων ὑποκαθήμενον καὶ γέμον δεινότητος. τούτῳ γοῦν ἐγχειρίζει τὰς ἡνίας τῆς βασιλείας, λογοθέτην ὀνομάσας αὐτόν. ἐντεῦθεν ὁ Σίδης παραγκωνίζεται, καὶ ὁ Καῖσαρ καθίσταται ὕποπτος, καὶ πᾶσα ἡ τῆς βασιλείας διοίκησις ὑπὸ τὸν λογοθέτην ἐγένετο, καὶ ὁ βασιλεὺς ὑπ' αὐτοῦ ὡς ἀνδράποδον ἤγετο. καὶ οὐκ ἦν ὃ μὴ διὰ τοῦ λογοθέτου ἐγίνετο, καὶ πολλοὶ τῶν περιουσιῶν ἐστερήθησαν, ἄλλοις ἄλλων ἐπενηνεγμένων λαβῶν, καὶ ἦν τῶν ἀνθρώπων σύντριμμα καὶ ταλαιπωρία καὶ ὁ τοῦτο ἐπιστρεφόμενος οὐδαμοῦ. ὁ γὰρ βασιλεὺς παιδαριώδεσιν ἐσχόλαζε πράξεσι, τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ λόγοις τῷ δοκεῖν αὐτὸν ἐμβιβάζοντος καὶ διδάσκοντος νῦν μὲν τὴν γραμματικὴν τέχνην καὶ μέτρα καὶ διαλέκτους, νῦν δ' ἵνα κατὰ ῥήτορας διαλέγοιτο, νῦν δ' ἱστορίαις αὐτὸν προσεθίζοντος, ἄλλοτε δὲ φιλοσόφων θεωρημάτων ἀκροᾶσθαι παρασκευάζοντος· ὁ δὲ πρὸς οὐδὲν ἐπεφύκει. τούτοις οὖν ὁ Ῥωμαίων αὐτοκράτωρ προστετηκὼς ὑφ' ἕτερον, καὶ τοῦτον ἕνα, τὴν τῶν κοινῶν κυβέρνησιν ἐποιήσατο, καὶ νόμος ἦν τὸ τῷ λογοθέτῃ δοκοῦν. Τὰ μὲν οὖν τῆς πολιτείας οὕτως εἶχον κακῶς, τὰ δὲ κατὰ 709 τὴν ἕω χεῖρον ἔσχον ἢ πρότερον. ὁ γὰρ σουλτὰν τὰ κατὰ τὸν ∆ιογένη μαθὼν καὶ ὅτι ὃν ἐκεῖνος λαβὼν δορυάλωτον ἐτίμησε καὶ ἀφῆκεν εἰς τὴν οἰκείαν ἀπελευσόμενον βασιλείαν, τοῦτον οἱ συμφυλέται ἀπηνῶς οἰκτίστῳ θανάτῳ παρέδωκαν, καὶ αἱ πρὸς ἐκεῖνον περὶ σπονδῶν συνθῆκαι ἄπρακτοι μεμενήκασιν, ὑπερήλγησε καὶ τὰς οἰκείας δυνάμεις κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν χωρεῖν ἐξηρέθισεν· οὐκέτι τοίνυν ὡς ληιζόμενοι ταῖς χώραις ἐπῄεσαν, ἀλλ' ὡς ταύτας καθέξοντές τε καὶ κυριεύσοντες, τοῦ σφᾶς ἀνείργοντος μὴ παρόντος. Καὶ οἱ μὲν ταῦτα ἐποίουν· ὁ δὲ βασιλεὺς δύναμιν ἀγείρας στρατάρχην ταύτης τὸν Κομνηνὸν προβάλλεται Ἰσαάκιον, συζεύξας αὐτῷ καὶ τὸν Λατῖνον Ῥουσέλιον, ὁμογενῶν ἄρχοντα τετρακοσίων ἀνδρῶν. ἐπεὶ δὲ περὶ τὸ Ἰκόνιον ἐγεγόνει τὸ στράτευμα, ἐξ αἰτίας τινὸς ἀποστατεῖ ὁ Ῥουσέλιος καὶ τοὺς ὁμοφύλους παραλαβὼν καθ' ἑαυτὸν ἦν καὶ πῇ μὲν τοῖς Τούρκοις προσέμισγε, πῇ δὲ τὰς χώρας τὰς Ῥωμαϊκὰς ἐκεράϊζεν. ὁ δὲ Κομνηνὸς Ἰσαάκιος μετὰ τοῦ περιλοίπου στρατεύματος τοῖς Τούρκοις προσβαλὼν ἥττητο, καὶ ἔπεσον μὲν πολλοὶ καὶ ἐζω710 γρήθησαν ἕτεροι καὶ αὐτὸς ὁ στρατάρχης, καὶ διήρπαστο ἡ παρεμβολή. ὁ μὲν οὖν Κομνηνὸς πολλῶν χρημάτων τὴν ἐλευθερίαν ὠνήσατο, ὁ δὲ βασιλεὺς τὸν θεῖον τὸν Καίσαρα τῷ πολέμῳ στρατάρχην ἐφίστησι. τοῦτο μαθὼν ὁ Ῥουσέλιος, πρὸ τοῦ τὸν Σαγγάριον τὸν Καίσαρα διαβῆναι καταλαβών, ἀντεστρατοπεδεύσατο αὐτῷ· καὶ ὁ Καῖσαρ ἀμνηστίαν αὐτῷ τοῦ πταίσματος ἐπηγγέλλετο, εἰ προσχωρήσει τῷ βασιλεῖ. ἀλλ' ἐκεῖνος βαρβαρικῶς φρυαττόμενος οὐδὲν ἐφρόνει ἐνδόσιμον. συρρήγνυται τοίνυν πόλεμος, καὶ ἡττήθησαν οἱ περὶ τὸν Καίσαρα καὶ αὐτὸς ἑάλω σὺν πλείοσιν ἄλλοις, τοῦ Βοτανειάτου, ὃς συνεστρατήγει τῷ Καίσαρι, μετ' ὀλίγων φυγόντος. ὁ μέντοι Ῥουσέλιος πρὸς τὸ Βυζάντιον ἵετο ἄγων τὸν Καίσαρα δέσμιον καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς μετὰ τοῦ ∆ιογένους λελυμένον αἰχμαλωσίας, καὶ ἡ Χρυσόπολις εἶχε τὸν ἀποστάτην, καὶ αὐτίκα πῦρ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκεν. ὁ δὲ βασιλεὺς ἀξίωμά τε κουροπαλάτου αὐτῷ ἐπηγγέλλετο, εἰ τὰ ὅπλα κατάθοιτο, καὶ τὴν γυναῖκα αὐτῷ μετὰ τῶν τέκνων ἐξέπεμψεν· ἀλλ' ὁ βάρβαρος ἀτίθασσος ἦν. μετεπέμψατο τοίνυν ὁ βασιλεὺς κατὰ 711 τοῦ Ῥουσελίου Τούρκους ἐπὶ μισθῷ· ὁ δὲ μὴ ἀξιόχρεως ὢν πρὸς τὸν πόλεμον λύει τὸν Καίσαρα τῶν δεσμῶν καὶ εὐφημίαις ἀναγορεύει βασιλικῶς, οἰόμενος προσθήσεσθαί οἱ πολλούς. αἴφνης δὲ Τούρκων ἀναφανέντων ὁ Ῥουσέλιος κατ' αὐτῶν βαρβαρικῇ θρασύτητι ἀπερισκέπτως ἐχώρησε, καὶ πολλοὺς μὲν οἱ Φράγγοι τῶν Τούρκων κατέβαλον, τοὺς δ' ἄλλους ἐτρέψαντο εἰς φυγὴν καὶ ἀκρατῶς ἐδίωκον. οἱ μὲν οὖν πλείους ὀπίσω που ἀπελείφθησαν, τῶν ἵππων σφίσι μὴ εὐτονούντων πρὸς τὸ πολὺ τῆς διώξεως· ὁ