191
ὑπήκοον. Οὕτω δὲ τῶν πραγμάτων ἐχόντων, οἱ τῶν ἑῴων ἀρχόντων προέχοντες συνελθόντες ἀποστασίαν ὠδίνησαν, καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην εἰς βασιλέα προείλοντο καὶ ἀνηγόρευσαν αὐτοκράτορα. τοῦτο τὸν βασιλέα θορύβου καὶ δέους ἐνέπλησεν· ᾔδετο γὰρ ὡς ὑπερτερήσει ποτὲ τοῦ ΜΥ στοιχείου τὸ ΝΥ. ἦν δὲ τῶν εὐπατριδῶν ὁ Βοτανειάτης, ἐκ τοῦ Φωκᾶ τὴν τοῦ γένους ἕλκων σειρὰν νομιζόμενος. διακηρυκεύεται τοίνυν πρὸς τοὺς Τούρκους ὁ βασιλεύς, ἁδρὰς αὐτοῖς ἐπαγγελλόμενος δωρεάς, εἰ τοὺς ἀποστατήσαντας συσχόντες παραδοῖεν αὐτῷ. ὁ μὲν οὖν Βοτανειάτης ἐξ ἑῴας, ὡς εἴρηται, βασιλείας ἑαυτῷ περιθέμενος σχῆμα καὶ ὄνομα ἐφοίτα πρὸς τὸ Βυζάντιον. ἐξ ἑσπέρας δ' αὖθις ἑτέρας ἀποστασίας ἐπεκυμάνθη κλυδώνιον· ὁ γὰρ πρόεδρος Νικηφόρος ὁ Βρυέννιος δοὺξ ∆υρραχίου τυγχάνων, ἐπεὶ μεμαθήκει ἀφαιρεθεὶς τὴν 716 ἀρχήν, ἀφίσταται καὶ αὐτὸς καὶ περιβάλλεται τὰ τῆς βασιλείας παράσημα καὶ τοῖς ἐκεῖ παροῦσι δορυφορούμενος τάγμασιν εἰς τὴν Ἀδριανούπολιν ἀπῄει, ἀφ' ἧσπερ καὶ ὥρμητο, καὶ τῷ ἀδελφῷ Ἰωάννῃ ἐκεῖ ἑνωθεὶς πλῆθός τε στρατιωτῶν ἐκεῖθεν ἐθνικῶν τε καὶ Μακεδόνων πείσας συνάρασθαί οἱ τῆς τυραννίδος ἀπήρξατο. τισὶ δὲ τῶν τοῦ Βρυεννίου ὁ Θεοδωροκάνος συμμίξας ἡττᾶταί τε καὶ ἁλίσκεται. προσερρύησαν δὲ τῷ Βρυεννίῳ καὶ οἱ Ῥαιδεστηνοί, ἀλλὰ μέντοι καὶ οἱ οἰκοῦντες τὸ Πάνιον. εἴχετο τοίνυν τῆς ἀποστασίας ὁ Βρυέννιος κραταιῶς, τὸν ἀδελφὸν κουροπαλάτην τιμήσας καὶ στείλας σὺν δυνάμει πρὸς τὸ Βυζάντιον, ὡς αὐτίκα τοῦτο παραληψόμενον. ᾐώρητο γὰρ ἐλπίσιν ὡς ὑπτίαις, τὸ τοῦ λόγου, χερσὶν οἱ τῆς συγκλήτου βουλῆς αὐτὸν ὑποδέξονται διὰ τὴν πρὸς τὸν λογοθέτην Νικηφόρον ἀπέχθειαν καὶ τὴν τοῦ βασιλέως ἀφέλειαν· ἀλλ' οὐ κατὰ τὸν σκοπὸν αὐτῷ καὶ τὰ πράγματα ἀπηντήκασιν. ἐπελθόντες γὰρ οἱ σταλέντες τῷ τείχει τῶν Βλαχερνῶν ἠκροβολίσαντο μέν, ἤνυσαν δὲ οὐδέν. ὅθεν διὰ τῆς γεφύρας διαβάντες εἰς τὴν ἀντικρὺ τῆς πόλεως ἤπειρον τὰς ἐκεῖ τυγχανούσας οἰκοδομὰς παρέδοσαν τῷ πυρὶ κἀκεῖθεν εἰς τὸν Ἀθύραν ὑπέστρεψαν. 717 οὕτω δ' ὁ βασιλεὺς περιστατούμενος πάντοθεν τὸν Ῥουσέλιον λύει τε τῶν δεσμῶν καὶ ῥήμασι καὶ χρήμασι τὸν ἄνδρα ἐκμειλιξάμενος ἐπελθεῖν πείθει τῷ τοῦ Βρυεννίου ὁμαίμονι μετὰ τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, στραταρχοῦντος τῆς τῷ βασιλεῖ κατὰ τὸ Βυζάντιον προσούσης δυνάμεως. ὃ μαθὼν ὁ τοῦ Βρυεννίου ἀδελφὸς ἔφθη διαδράς. τῶν Μακεδόνων μέντοι καταληφθέντες πολλοὶ οἱ μὲν ἔπεσον, οἱ δ' ἑάλωσαν. Ἐν τοσούτῳ δὲ καὶ Πατζινάκων πλῆθος ἐπῆλθε κατὰ Ἀδριανουπόλεως καὶ περὶ ταύτην παρεμβαλόντες τὴν πέριξ αὐτῶν ἐληίζοντο χώραν, οὓς ὁ Βρυέννιος δεξιωσάμενος χρήμασι μεταναστῆναι τῆς πόλεως ἔπεισε. περὶ δέ γε τὴν Κύζικον τῷ ἀδελφῷ αὐτοῦ ἀπελθόντι καὶ πειρωμένῳ ὑπαγαγέσθαι τοὺς ἐκεῖ ὁ Ῥουσέλιος ἐντυχὼν ἐτρέψατο κατὰ κράτος αὐτόν. Ἄρτι δὲ τοῦ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου πρὸς τὰς αἰωνίους μεταθεμένου μονὰς ἐπὶ δέκα ἐνιαυτοὺς ἐφ' ἑνὶ καὶ μησὶν ἑπτὰ τὴν ἐκκλησίαν ποιμάναντος προεχειρίσθη πατριάρχης Κοσμᾶς μοναχός, λόγοις μὲν οὐχ ὡμιληκώς, ἀρεταῖς δὲ παντοίαις κοσμούμενος καὶ διὰ τοῦτο καὶ πρὸς τοῦ βασιλέως ἐξόχως τιμώμενος. 718 Ὁ μέντοι Βοτανειάτης ἐκ διαφόρων γενῶν ἑαυτῷ περιποιησάμενος τάγματα καὶ Τούρκους προσηταιρίσατο, ὧν ἐξῆρχεν ὁ Κουτλουμοῦς, τῶν παρὰ Πέρσαις τυγχάνων περιφανῶν, ὃς τῷ σουλτάνῳ κατὰ γένος προσήκων περὶ τῆς ἀρχῆς αὐτῷ διεφέρετο, καὶ πρὸς πολέμους ἤδη χωρεῖν ἡτοιμάζοντο. τοῦτο τῷ χαλιφᾷ ἀγγελθέν (οὗτος δὲ παρ' αὐτοῖς ὑπερβαλλόντως τετίμηται, ὡς ἐκ τοῦ γένους τοῦ Μουχούμετ κατάγεσθαι νομιζόμενος) εἰς ἀγωνίαν ἐνέβαλεν ἵνα μὴ παρ' αὐτοῖς ἐμφύλιος γένηται πόλεμος. αὐτίκα τοίνυν εἰ καὶ τῆς οἰκείας διατριβῆς μὴ ἐξιέναι τῷ χαλιφᾷ μηδὲ δημοσιεύειν νενόμισται, ἐκεῖνος τοῦ ἔθους καταφρονήσας ἔξεισι καὶ ἄπεισι πρὸς τοὺς περὶ τῆς ἀρχῆς ἀντερίζοντας καὶ πείθει τούτους τῆς μὲν μάχης ἀφέξεσθαι, τὸν δὲ σουλτὰν ἔχειν μὲν τὴν οἰκείαν ἀρχὴν ἀνακρωτηρίαστον, συνάρασθαι δὲ τῷ συγγενεῖ