ἐρεθίζεσθαι. (ῃερς. 73.) διὸ καὶ οἱ μνηστῆρες ὑπερφιάλως, ὡς καὶ προεῤῥέθη, ἀγασσάμενοι εἶπον κατὰ λόγον ἠθοποιΐας· ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὃ δὴ ἁρμόζοι ἂν ἀνδρὶ ἀφανεῖ μὲν τὰ ἔξω, ἄλλως δὲ πρακτικῷ. Ζητήσεως δὲ ἄξιον ἐν τῇ τῶν μηρῶν γυμνώσει, πῶς οὐκ ἐξεκαλύφθη καὶ ἡ οὐλὴ, τὸ τοῦ Ὀδυσσέως, ὡς μετὰ ταῦτα φανεῖται, μέγα παράσημον. (ῃερς. 67.) Ἰστέον δὲ καὶ ὅτι τὸ, ζώσατο ῥάκεσιν, ἐμφαίνει μὴ ζώνῃ χρᾶσθαι τοὺς πυγμάχους καὶ οὕτως ἀναστέλλειν τὸ ἱμάτιον, ἀλλ' ἀποδυσαμένους, εἶτα ἱματίῳ ζώνυσθαι, ὡς ἐνταῦθα Ὀδυσσεὺς ἐζώσατο ῥάκεσιν· ὧν γυμνωθεὶς μήδεα μὲν καλύπτει, φαίνει δὲ μηροὺς καὶ ὤμους καὶ στήθεα καὶ βραχίονας· ὃ τὴν ῥηθεῖσαν γύμνωσιν φράζει. (ῃερς. 70.) Ἀλδαίνειν δὲ τὸ αὔξειν, παρὰ τὸ ἅλλεσθαι, ἢ παρὰ τὸ ἀλθαίνειν, διὰ τὸ προδηλωθὲν συγγενὲς τοῦ ˉθ καὶ ˉδ. πρωτότυπον δὲ τοῦ ἀλδαίνειν τὸ ἀλδῶ, ἀλδήσω, ἐξ οὗ καὶ τὸ ἀλδήσκω, καὶ ποταμός που ἄλδησκος θρεμμάτων θεραπευτικός. (ῃερς. 73.) Τὸ δὲ, Ἶρος ἄϊρος, ταυτὸν τῷ, Ἶρος κακόϊρος, καθ' ὁμοιότητα τοῦ, κακοΐλιον οὐκ ὀνομαστὴν, καὶ τοῦ, ὕπνος ἄϋπνος παρὰ Σοφοκλεῖ, καὶ τῶν ὁμοίων. ἢ καὶ ἄλλως, ἄϊρος ὁ μηκέτι ἐσόμενος Ἶρος, ἀλλὰ τεθνηξόμενος. Ἐπίσπαστον δὲ κακὸν τὸ αὐθαίρετον, καὶ ὅ τις καθ' ἑαυτοῦ ἐπισπᾶται, καθ' ὁμοιότητα, ὥς φασι, ζῴων δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς ὄλεθρον· ὃς δὴ καὶ οὐ μόνον κατὰ δέλεαρ γίνεται, ἀλλά ποτε καὶ διὰ θυμόν. οὕτω γὰρ καὶ σῦς καὶ ἄρκτος πίπτει καὶ λέων καὶ πάρδαλις, ἐξὸν ὂν διεκφυγεῖν τὸ κακὸν, εἰ μὴ ἐπεσπῶντο αὐτό. Ἐπιγουνὶς δὲ τί ἐστι, προείρηται. (ῃερς. 75.) Ὅτι Ὀδυσσέα μὲν ἤλδανεν, ὡς εἴρηται, σωμασκήσασα ἡ Ἀθηνᾶ,οἷα θαῤῥοῦντα, Ἶρος δὲ ἀνάπαλιν πάσχει, ταραχθεὶς τὴν ψυχὴν εἰς τοσοῦτον, ὥς τε καὶ τρέμειν. θρασύδειλος γὰρ ἐν τοῖς μάλιστα φαίνεται ὁ ἀνήρ. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· (ῃερς. 76.) Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ, τουτέστιν ἐν βίᾳ, δειδιότα. ὃ ἑρμηνεύων ἐπάγει· (ῃερς. 77.) σάρκες δὲ περιτρομέοντο μέλεσσιν. (ῃερς. 79.) ἐξεδειμάτωσε δὲ αὐτὸν ἄλλως ἡ τοῦ Ἀντινόου ἐνιπὴ, εἰπόντος· νῦν μὲν μήτ' εἴης βουγάϊε μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, ὡς καὶ ὁ ξένος ἔφη, (ῃερς. 81.) δύῃ ἀρημένον παροξυτόνως δίκην παρακειμένου, ἢ προπαροξυτόνως, ἀρήμενον, ὡς τὸ ἀκαχήμενον. (ῃερς. 82.) εἶτα ἐπιφέρων τὸ φοβερὸν φησίν· ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται, αἴ κέν σε οὗτος νικήσῃ κρείσσων τε γένηται, ὡς καὶ προεγράφη, πέμψω σ' ἤπειρόνδε βαλὼν ἐν νηῒ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων, ὃς ἂν ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. (ῃερς. 87.) μήδεά τ' ἐξερύσας δῴη κυσὶν ὠμὰ δάσασθαι. ὅτι δὲ ταῦτα εἰς πλέον ἐξεθρόησε τὸν Ἶρον, δηλοῖ τὸ ἐφεξῆς· τῷ δ' ἔτι μᾶλλον ὑπότρομος ἔλλαβε γυῖα· καὶ τὸ μὲν τρέμειν οὐκ ἀφίει τὸν Ἶρον θαῤῥεῖν. (ῃερς. 76.) οἱ δὲ ὅμως ἐς μέσον ἄναγον, κατ' ἀνάγκην δηλαδὴ καὶ τοῦτο. Καὶ σημείωσαι ὅτι, καθάπερ τὸν ξεῖνον Ὀδυσσέα οἱ ἀγαθοὶ ἐθάῤῥυναν λόγοι, οὕτω τὸν Ἶρον κατέβαλον αἱ ἀπειλαὶ καὶ προσκατειργάσαντο. (ῃερς. 75.) Ἰστέον δὲ καὶ ὅτι τὸ, κακῶς ὠρίνετο θυμὸς, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως ὀρίνεσθαι. ὀρίνεται γάρ τίς ποτε καὶ καλῶς κατὰ τὸν εἰς πόλεμον ὀρινόμενον καὶ θαρσαλέως μαχόμενον. (ῃερς. 77.) Τὸ δὲ δειδιότα προτάξας τοῦ περιτρομέεσθαι, μετ' ὀλίγα ἑτέρως ποιεῖ ἐν τῷ, περιτρομέεις καὶ δείδιας αἰνῶς, ἅ περ τὸν αὐτὸν ἔχει νοῦν. ἔστι γὰρ ταυτὸν τρέμειν καὶ δεδιέναι αἰνῶς. (ῃερς. 79.) Περὶ δὲ 2.169 βουγαΐου ἀκριβέστατα ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. ἔχει δέ τι ὅμως ὁ ἐκεῖ λόγος, μὴ καὶ τῷ Ἴρῳ ἁρμόζον, οἷον τὸ, ἐπὶ βοῒ τουτέστιν ἀσπίδι, γαίειν, ὅ ἐστι γαυριᾶν. τοῦτο γὰρ Αἴαντι μὲν οἰκεῖον, οὐκέτι δὲ καὶ τῷ Ἴρῳ. τὰ δ' ἄλλα εὖ ἔχει καὶ ἐπὶ τούτου, οἷον τὸ γῆς βάρος διὰ τὸ πολὺ τῶν σαρκῶν, καὶ τὸ βοῶν ἔργα ποιῶν καὶ τὰ λοιπά. Τὸ δὲ, μήτε εἴης μήτε γένοιο, ἢ ἀντὶ τοῦ μήτε νῦν εἴης μήτε ἐγένου. ἔθος γὰρ τοῖς θυμουμένοις μέμφεσθαι καὶ τὸ ἤδη γεγονὸς καὶ ἐπαρᾶσθαι μὴ ἂν γενέσθαι, εἰ καὶ ἀδύνατος ἡ ἀρά· ἢ μήτε εἴης ἄρτι ἀλλὰ