192
παντοίως, ἐν κατασχέσει γενέσθαι χώρας Ῥωμαϊκῆς καὶ ταύτης ἄρχειν. ἐπὶ τούτοις γενομένων ἐκείνοις συμβάσεων, ὁ Κουτλουμοῦς εἰς τὴν ὑπὸ Ῥωμαίους ἐγένετο καὶ τότε τῷ Βοτανειάτῃ συνεστρατεύετο. ἔχων οὖν στρατιὰν 719 ἀξιόλογον ὁ Βοτανειάτης μεθ' ἑαυτοῦ ἔσπευδε τὴν Νίκαιαν καταλήψεσθαι. ἤδη γὰρ προὐδέδοτό οἱ ἡ πόλις αὕτη παρὰ τῶν τεταγμένων αὐτῆς ἐπὶ φυλακῇ, κἀκεῖνοι αὐτῷ ἐθελονταὶ προσεχώρησαν, κἀκ τῆς μεγαλοπόλεως δὲ πολλοὶ καθ' ἑκάστην προσεφοίτων αὐτῷ. οὕτω μὲν οὖν τῷ Βοτανειάτῃ κατὰ ῥοῦν ἐχώρουν τὰ πράγματα· ἐν δὲ τῇ τῶν πόλεων ὑπερκειμένῃ παμπληθεὶ συνελθόντες τό τε ταύτης δημοτικὸν καὶ τὸ ὑπερέχον ἐν ἄρχουσιν, οὐ μὴν ἀλλὰ καὶ τῶν τῇ ἐκκλησίᾳ κεκληρωμένων τὸ ἔκκριτον, κατὰ τὴν ἡμέραν τῆς τοῦ εὐαγγελισμοῦ πανηγύρεως αὐτοκράτορα τὸν Βοτανειάτην ἀναγορεύουσι, προεξάρχοντος τοῦ τοιούτου συλλόγου τοῦ πατριάρχου Ἀντιοχείας, τοῦ καλουμένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. διαιρεθέντες οὖν κατὰ φατρίας τῆς πολιτείας οἱ ἔξοχοι καὶ κατὰ φάλαγγας συνασπίσαντες ἐπίασι τῶν ἀνακτόρων τοῖς πρὸς ἀνίσχοντα ἥλιον καὶ τούτων κρατήσαντες στρατιώτας οἰκείους ἐφιστῶσιν εἰς αὐτῶν φυλακήν. τὸν δὲ βασιλέα σὺν τῇ βασιλίσσῃ Μαρίᾳ καὶ τῷ υἱῷ εἰς τὰ ἐν Βλαχέρναις καταπεφευγότα ἀνάκτορα καθαιροῦσι τῆς βασιλείας καὶ ῥάκος ἀμφιεννύουσι 720 μοναχοῦ καὶ πρὸς τὴν μονὴν τοῦ Στουδίου ἀπάγουσιν, ἀπολελαυκότα τῆς βασιλείας ἐν ἔτεσιν ἓξ καὶ τοσούτοις μησί. ταῦτα κατὰ τὸ σάββατον γέγονεν, ἐν ᾧ τὴν ἐπὶ τῇ ἐκ νεκρῶν ἐγέρσει τοῦ Λαζάρου θαυματοποιίαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πανηγυρίζειν ἡ ἐκκλησία παρείληφε. τοῦ γὰρ Μιχαὴλ οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, ἀπραγμάτευτον εὗρεν ὁ Βοτανειάτης τὴν αὐταρχίαν καὶ ᾔει πρὸς τὴν βασιλίδα τῶν πόλεων. ὁ μέντοι Νικηφόρος ὁ λογοθέτης τῷ Ῥουσελίῳ ἐν Ἡρακλείᾳ σκηνουμένῳ τῆς πόλεως ὑπεξελθὼν προσεχώρησεν. οἱ δ' ἐν τῇ πόλει τὸν Μιχαὴλ κατασπάσαντες, ἐπὶ τρισὶν ἡμέραις βασιλέως χηρεύοντα συντηρήσαντες τὰ βασίλεια τῷ Βοτανειάτῃ ἐπισπεῦσαι καὶ ἐλθεῖν ἐπιστέλλουσιν. ὁ δὲ ἕνα τῶν οἰκείων δούλων προπέμψας, τὸν Βορίλαν φημί, καὶ δι' αὐτοῦ κατασχὼν τὰ ἀνάκτορα ἐπικατέλαβε κἀκεῖνος μετ' οὐ πολύ. Ἐπεὶ δ' ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ ταινίᾳ καὶ πρῶτον ἅπασι παρέσχετο φιλοτίμημα τὰς εἰς τὸ δη721 μόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας· τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι, αἷς αὐτοὺς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ ἀνένδοτος ἦν· πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ' ὑπερηφανεύετο καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ' ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσιμον καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμβαλὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόντων, τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα καὶ 722 τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις· ἐπανέστησαν δὲ καὶ οἱ Βάραγγοι κατὰ τοῦ βασιλέως, ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ' αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς, εἰς ἱκεσίαν ἐτράποντο καὶ συγγνώμης ἐπέτυχον. Τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ ∆ούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγαγέσθαι