τεθναίης, μήτε μὴν πάλιν ὕστερον γένοιο· ἵνα καὶ Πυθαγόρας ἐξ Ὁμήρου λαβὼν δοξάζοι τοὺς ψυχικοὺς ὕστερον μεταγγισμοὺς, οἳ διὰ τὸ, ὡς ἐῤῥέθη, πάλιν γίνεσθαι κατὰ τὸν Πυθαγόρειον λῆρον καὶ παλιγγενεσίαι λέγονται. ὅθεν βλαβεὶς ὁ φυσικὸς Ἐμπεδοκλῆς καὶ τὸ αὐτὸ συνδοξάσας καταψεύδεται ἑαυτοῦ τὸ, ἤδη πότ' ἐγὼ γενόμην κούρη τε κόρος τε θάμνος τ' οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς. ὁ δὲ παραφράσας ∆ημοσθένης ταῦτά τε καὶ τὸν βουγάϊον ἑρμηνεύων φησί· μήτε εἴης ἔτι μήτε ὀνομάζοιο, βόσκημα ἀναίσθητον. (ῃερς. 82.) Τὸ δὲ καὶ τετελεσμένον ἔσται, δηλοῖ μὴ ὡς καὶ ἐν ἀπειλῇ τὸν Ἀντίνοον εἰπεῖν ἅ περ εἶπεν, ἀλλ' ἐπ' ἀληθείᾳ. διὸ καὶ προϊόντες μετὰ τὴν ἧτταν φασὶν, ὃ ποιῆσαι οὐκ ἴσχυσαν, ὡς προθανόντες αὐτοὶ, ἤγουν τὸ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε εἰς Ἔχετον. λέγει δὲ καὶ νῦν Ἤπειρον χώραν ἰδίως οὕτω καλουμένην,ἀντιπέραν κειμένην Ἰθάκης, μεγάλην. ἀφ' ἧς καὶ Πύῤῥος Ἠπειρώτης ὕστερον, ἄρξας τῶν ἐκεῖ. ἧς μέρος παράλιον καὶ τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον Νήρικον, ὅ πέρ ἐστιν ἡ νῦν Λευκάς. (ῃερς. 84.) Τὸ δὲ, βαλὼν ἐν νηῒ, ἀντὶ τοῦ ῥίψας ἢ θέμενος. Ἔχετος δέ, φασι, βασιλεὺς ἦν τῆς ῥηθείσης Ἠπείρου, υἱὸς Εὐχήνορος καὶ Φλογέας, ὠμὸς καὶ ἀπάνθρωπος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ καὶ Ἄμφισσαν ὑπό τινος Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς ποιηθείσας κελεύσει αὐτοῦ, εἰπὼν, τηνικαῦτα τὰς ὄψεις ἀπολήψεσθαι, ὅτε τὰς τοιαύτας κριθὰς εἰς ἄλφιτον λεπτυνεῖ. καὶ τὴν μὲν θυγατέρα οὕτω μετῆλθε. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίασιν καλέσας ἠκρωτηρίασεν, ἀποκόψας καὶ τὰ αἰδοῖα. τέλος μέντοι ὑπερμανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη, φασίν. ὃ καὶ Λύσανδρος ἔπαθεν ἐν τοῖς ὕστερον ὁ ἀποτόμως καταχορδεύσας ἑαυτόν. τινὲς δέ φασιν, Ἔχετον ἐπ' αὐτοῦ γενέσθαι τοῦ ποιητοῦ, καί τι πεπλημμεληκότα εἰς αὐτὸν τοιοῦτον ἱστορηθῆναι, ὡσανεὶ παλαιόν τινα ὄντα ἄδικον. ὃ καὶ ἐπὶ Θερσίτῃ ποιῆσαι λέγεται, κακῶς ἐπιτροπεύσαντι τῶν αὐτοῦ. ὧν περ ἀνάπαλιν πεποίηκεν ἐπὶ Τυχίου καὶ Φημίου καὶ Μέντου καὶ Μέντορος. αὐτῶν γὰρ εὖ πεποιηκότων αὐτὸν ἐπ' ἀγαθοῖς μέμνηται, εἰς παλαιότητα χρόνου ἡρωϊκοῦ ἀνάγων αὐτούς. Ὅρα δὲ καὶ ὅτι τὸν Ἔχετον δέον τύραννον εἰπεῖν, ὁ δὲ βασιλέα εἶπεν. ἠγνοεῖτο γὰρ ἐπὶ Ὁμήρου ἡ τύραννος λέξις, ἣ καὶ ὕστερον εὑρεθεῖσα ἐπ' ἀγαθῷ ἐλέγετο. τοῖς γὰρ ἐννόμοις βασιλεῦσι κλῆσις ἦν καὶ αὕτη, ὡς δηλοῖ πρὸς μυρίοις ἄλλοις καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους τύραννος. ἡ μέντοι μεταγενεστέρα χρῆσις διορίσασα τοῖς ἀγαθοῖς μὲν βασιλεῦσιν ἀπεκλήρωσε τὸ πρεσβεῖον τῆς παλαιᾶς λέξεως τὸ βασιλεὺς, καθὰ καὶ μάλιστα τὸ ἄναξ, τὸ δέ γε τυραννεῖν ἀποτάξασα τοῖς μὴ κατὰ νόμον ἄρχουσιν ἀπέῤῥιψε. Σημείωσαι οὖν, ὅτι οὐκ ἠξίωσεν ἄνακτα τὸν Ἔχετον εἰπεῖν, ἀλλ' ἁπλῶς βασιλέα, ὅ ἐστιν ἄρχοντα. ὁ γὰρ ἄναξ θεία λέξις, ἀπὸ τοῦ ἀνακῶς ἔχειν τῶν ὑπηκόων γινομένη, ὅ ἐστιν ἐπιμελῶς, ὡς προδεδήλωται. (ῃερς. 85.) Ἐν δὲ τῷ, βροτῶν δηλήμονα πάντων, ὑπερβολικῶς πάλιν κεῖται τὸ πάντων, ὡς καὶ ἐπ' ἄλλων ἐφάνη. δηλοῖ δὲ κἀνταῦθα ἡ λέξις μόνους τοὺς περιπίπτοντας ταῖς τοῦ Ἐχέτου χερσί. (ῃερς. 86.) Τὸ δὲ, ῥῖνα ταμεῖν καὶ οὔατα, τὸν ἀκρωτηριασμὸν δηλοῦσιν. ἁπλοῦν δὲ τοῦ ῥινοτομεῖν ἐστὶ τὸ ῥῖνα τέμνειν. (ῃερς. 87.) Τὸ δὲ, μήδεα ἐξερύσας, ἐπωδύνως ἔχει μᾶλλον, ἤ περ τὸ ταμεῖν αὐτά. Τὸ δὲ, ὠμὰ δάσασθαι, τὸν σπαραγμὸν δηλοῖ τῶν κυνῶν. δάσασθαι δὲ εἶπεν, ἐπεὶ τὸ μέτρον οὐκ ἐπιδέχεται εἰπεῖν δαίσασθαι. δῆλον δὲ, ὡς ἀπὸ τοιούτου δάσασθαι καὶ ὁ δασμός. (ῃερς. 89.) Ἐν δὲ τῷ, ἐς μέσον ἄναγον, περιττὴ ἡ πρόθεσις. Ἰώνων δέ, φασιν, ἡ λέξις, κειμένη καὶ μετ' ὀλίγα ἐν τῷ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε. Τοιοῦτον καὶ ἐν Ἰλιάδι τὸ, εἰς ἑλίκην τε καὶ αἰγὰς δῶρ' ἀνάγουσιν. Ὅτι ἀνασχεῖν καὶ ἐνταῦθα χεῖρας τὸ ἀνατεῖναι· φησὶ γοῦν, τὼ δ' ἀμφὼ χεῖρας ἀνέσχον. ἦν δὲ τὸ αὐτὸ καὶ παθητικῶς εἰπεῖν, ἀνέσχοντο, ὡς δηλοῖ τὸ, δὴ τότ' ἀνασχόμενοι, μετ' ὀλίγα ῥηθέν. (ῃερς. 90.) Ὅτι ἴσχυε μὲν Ὀδυσσεὺς ἐπιθανάτιον πληγὴν τοῦ Ἴρου κατενεγκεῖν, ἐπέσχε δὲ δι' οἰκονομίαν. φησὶγοῦν ὁ ποιητὴς, οὕτω δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς, ἢ ἐλάσει, τουτέστι