194
Στραβορωμανός, μέγας ἑταιρειάρχης τότε γενόμενος, ἐρωτήσων τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέκρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνθρωπον οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐνυπογράφως εἰ τὸν ἐτασμὸν διαφεύξοιτο. Ὁ μὲν οὖν οὕτως ἀπόλωλεν· οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ 727 παρεσάλευον. ὃ γνόντες οὗτοι καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ' ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινωσάμενοι, ἐξῆλθον τῆς πόλεως καὶ τὴν πόλιν Ἀδριανοῦ κατειληφότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἱ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοίμαστο· ὁ δὲ Βοτανειάτης τοῖς τείχεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυλάσσοντες Νέμιτζοι (ἔθνος δ' οἱ Νέμιτζοι Κελτικόν)· οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος ἡμῶν οἱ μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ' ἀντικρὺ τοῦ παρὰ τῶν Νε728 μίτζων κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλον κατὰ σύνθημα, οἱ δ' ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ' ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέκεσιν ἄνετον τοῖς συνωμόταις παρέσχον τὴν εἴσοδον. ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον, σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροισθέντες καὶ πληθύος δημότιδος, οἱ μὲν κατιόντες ᾤχοντο, οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἱ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο· καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἱ εἰσελθόντες ὡρμή729 κασι, σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρων συνεστηκός, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προὐχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν, καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο, ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ' ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γενόμενον κοινόν τε καὶ πάνδημον, ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω