συντάσσειν ἔστιν ὅτε τὴν ˉεν πρόθεσιν μετὰ αἰτιατικῆς· ἔτι δὲ καὶ τὸ ἔνδον λέγειν ἐνδοῖ, ὡς καὶ παρὰ Θεοκρίτῳ κεῖται· καὶ τὸ πέδον πεδοῖ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ εἰς γῆν, οὗ χρῆσις παρ' Αἰσχύλῳ. τούτων οὖν οὕτως ἐχόντων, εἴη ἂν ∆ωρικὴ σύνταξις τὸ, ἐνταυθοῖ ἤγουν εἰς τοῦτον τὸν τόπον, καὶ αὖθις τροπῇ ∆ωρικῇ ληγούσης, τὸ ἐν ταυτοῖ, καὶ τροπῇ συνήθει τοῦ ψιλοῦ εἰς δασὺ, ἐνταυθοῖ. ὁμοίᾳ δὲ συντάξει τῆς ˉεν προθέσεως καὶ ἀντιμεταχωρήσει τοῦ ἀφώνου γίνοιτ' ἂν καὶ τὸ ἐνταῦθα· ἐξ οὗ ἴσως καὶ τὸ ἐντεῦθεν, κατὰ τὸ, ἔνθα ἔνθεν. σημειοῦνται δὲ οἱ παλαιοὶ, ὡς τὸ μὲν ἐνταυθοῖ τὴν ἐν τόπω σημασίαν δηλοῖ, τὸ δὲ ἐνταῦθα καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον. 2.171 Σοφοκλῆς Ἠλέκτρᾳ· ἐνταῦθα πέμψειν ἔνθα μή ποθ' ἡλίου φέγγος κατόψει. τοῦτο δὲ ἄμφω ἔχει. 2.171 τοιοῦτον δέ, φασι, καὶ τὸ ἐνθάδε. τὸ μὲν γὰρ ἐνθάδε αὖθι μένων τόδε δῶμα φυλάσσεις, καὶ τὸ, σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται, τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. Τὸ δὲ τοῦ δ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τὴν εἰς τόπον. οἱ δ' αὐτοὶ καὶ τὸ μὲν ἔνδον κυρίως τὸ ἐν τόπῳ φασὶ δηλοῦν, τὸ δὲ ἔσω τὸ εἰς τόπον. τὸ δὲ νῦν καθ' Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον, νῦν ἦλθεν ὁ ἀγών· καὶ παρῳχημένῳ, οἷον, νῦν παρῆλθεν ὁ ἀγών· καὶ μέλλοντι, οἷον, νῦν ἔσται ὁ ἀγών· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα. Τοῦ δὲ ἧσο σύνθετον τὸ κάθησο, ὅθεν ἐνδείᾳ, φασὶ, καὶ συστολῇ κάθεο, καὶ συναλιφῇ κάθου παρὰ Μενάνδρῳ. ὁριστικὸν δὲ τοῦ κάθησο τὸ ἐκάθησο, κατὰ τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον. (ῃερς. 106.) Τὸ δὲ μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος καὶ ἑξῆς, κατὰ βιαίου πτωχοῦ ἔστιν εἰπεῖν ῥέποντος πρὸς τὸ ἀρχικόν. Σημείωσαι δὲ, ὡς εἴ περ εὐεπηβόλως ἔγραψεν ὁ εἰπὼν κοίρανον εἶναι τὸν πρὸς καιρὸν ἀνάσσοντα, χρήσιμός ἐστιν ἐκεῖ καὶ ὁ ἐνταῦθα πτωχῶν κοίρανος Ἶρος. λέγει γὰρ ἐκεῖνος οὕτω· βασιλεὺς ὁ πατρόθεν ἢ ἀπὸ γένους ἄρχων, κοίρανος δὲ ὁ πρὸς καιρὸν βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς, καὶ, ὃς δὲ κοιρανέων δίεπε στρατόν. ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, οἷον, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. εἰ δὲ ὁ τοιοῦτος τοὺς αἱρετοὺς ἢ ἀλλοίους ἐσίγησε βασιλεῖς, οὐδὲν τοῦτο πρὸς τὸν ἄρτι λόγον. ἐπεί τοι καὶ τοὺς μέδοντας καὶ τοὺς βουληφόρους ἀφῆκεν εἰπεῖν, ἀρχικὰ καὶ ταῦτα ὀνόματα. (ῃερς. 111.) Ὅτι μνηστῆρες τὸν Ὀδυσσέα μετὰ τὴν νίκην ἡδὺ γελόωντες δεξιοῦνται λόγοις. καί τις ἂν αὐτῶν εἶπεν οὕτω· θεός τοι δοίη ξεῖνε ὅ,ττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ· ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. ὃν καὶ εἰς Ἔχετον ἀνάξειν φησὶν, ὡς καὶ ὁ Ἀντίνοος εἶπε. καὶ οὕτω μέν τις ἔφη. (ῃερς. 117.) χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, φήμην δηλαδὴ τὸν λόγον δεξάμενος, ὅ ἐστι μαντείαν τινά. ἐπὶ τοιαύτης γὰρ σημασίας, καθάπερ ἡ ὄσσα καὶ ἡ ὀμφὴ, οὕτω καὶ ἡ κληδὼν καὶ ἡ φήμη, θεία τις καὶ αὐτὴ λέξις οὖσα. οὐ μὴν καὶ ἡ φῆμις. ἐκείνη γὰρ λαλιὰν ἁπλῶς ἀνθρωπίνην δηλοῖ, οἷον, δήμοιό τε φῆμιν. (ῃερς. 119.) ἐπὶ δὲ τούτοις καὶ ἑτέρα τις κληδὼν λαλεῖται τῷ Ὀδυσσεῖ. Ἀμφίνομος γὰρ ὁ ∆ουλιχιεὺς ἄρτους ἐκ κανέου δύο ἀείρας καὶ παραθεὶς καὶ δέπαϊ χρυσέῳ τὸν Ὀδυσσέα δεξιωσάμενος χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσω, ἤγουν ἐσύστερον καὶ εἰς τὸ μέλλον, ὄλβος. ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν. (ῃερς. 118.) Ἀντίνοος μέντοι ὁ βαρὺς λαλεῖ μὲν οὐδέν. ἱλαρώτερον δὲ ὅμως καὶ αὐτὸς διατεθεὶς, μεγάλην παρὰ γαστέρα θῆκε τῷ Ὀδυσσεῖ ἐμπλείην κνίσης τε καὶ αἵματος, ὡς οἷά τις ἀγωνοθέτης ἀποκαθιστῶν τῷ νικητῇ Ὀδυσσεῖ τὸ ἔπαθλον. (ῃερς. 111.) Ὅρα δὲ καὶ τὸ, ἡδὺ γελόωντες, πρὸς διαστολὴν λεχθέν. ἔστι γὰρ καὶ μὴ ἡδὺ γελᾶν, ὅτε τις γελᾷ σαρδόνιον, ἢ ὡς ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ ˉα σαρδάνιον. (ῃερς. 113.) Τὸ δὲ, ὅ περ ἐθέλεις καί σοι φίλον ἔπλετο θυμῷ, τῆς αὐτῆς ἐννοίας εἰσί. (ῃερς. 114.) Τί δὲ τὸ ἄναλτον, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι ∆εινάρχου ἄναλτον εἰπόντος τὸ παρ' ἄλλοις ἄναλον, ἤγουν τὸ χωρὶς ἁλῶν, ἐνταῦθα οὐκ ἔστι νοῆσαι τοιοῦτον τὸν Ἶρον ὡς δῆθεν ἀχρεῖον καὶ μὴ ἅλμην ὃ δὴ λέγεται ἔχοντα καὶ, ὅ φασιν, ἀνάρτυτον καὶ ἀηδῆ, ὡς ἐκ μεταφορᾶς ἐδεσμάτων οὐκ ἐχόντων ἅλας, ἀλλὰ