195
ἐπέδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως 730 ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον· ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομνηνῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελθών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροὺς Ῥωμανὸν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, τριβώνιον κατὰ μονάζοντας ἐνδυσάμενος. ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοΐ, ταφεὶς παρ' αὐτῇ. Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνακτόροις προσπεφοιτήκασιν, ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοιαῦτα τὰ τῆς βασιλείας ἐπιβατήρια. Ἤδη δ' ἐν ἀσφαλεῖ γεγονότες οἱ Κομνηνοὶ καὶ τὴν μητέρα σφῶν καὶ τὰς ὁμευνέτιδας ἐκ τῆς μονῆς τοῦ Κανικλείου πρὸς 731 τὰ βασίλεια μετεστείλαντο. ἐκείνων γὰρ ἐπικεχειρηκότων ἀποστασίᾳ, εὐθὺς αἱ γυναῖκες εἰς τὸ μέγα τέμενος τῆς τοῦ θεοῦ λόγου Σοφίας προσπεφοιτήκασιν. ὅθεν παρὰ τοῦ Βοτανειάτου εἰς τὴν ῥηθεῖσαν μονὴν μετηνέχθησαν, ἵνα μὴ ἔχοιεν πρὸς τοὺς ἀποστατήσαντας διαπέμπεσθαι, οὐδὲν δ' ἕτερον ἀνιαρὸν ἐκείναις ἐπήνεγκε. μήπω δὲ σχεδὸν τοὺς πόδας τῇ βασιλείᾳ ἐρείσαντες αὐτίκα πολλῶν τοῦ Βοτανειάτου πράξεων σχολὴν κατεψηφίσαντο, καὶ οὐδ' ἐξότου ἦσαν ἐπικεχειρηκότες τῇ τυραννίδι τὴν ἀθέτησιν τοῖς παρ' ἐκείνου πραχθεῖσιν ἐπήνεγκαν, ἀλλὰ καὶ τοῦτον ὑπερήλαντο τὸν καιρόν, καὶ πολλὰ τῶν ἐκείνῳ πεπραγμένων βασιλικῶς ἀνῃρήκασιν οὗτοι ῥήματι βραχυσυλλάβῳ τυραννικῶς. εἶτα ὁ μὲν Ἀλέξιος βασιλικὸν ἀναδεῖται διάδημα, τῷ δ' Ἰσαακίῳ τὰ δευτερεῖα νενέμηνται τῆς τιμῆς, καινοῦ αὐτῷ ἐπιφημισθέντος ὀνόματος· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. ἡ δὲ μήτηρ τούτων, παρασήμων μὴ μετασχοῦσα βασιλικῶν διὰ τὸ ἔνδυμα τὸ μοναχικὸν μήτε μὴν εὐφημίας καὶ ἀναρρήσεως, μόνου μετεῖχε τοῦ τῆς βασιλείας ὀνόματος, αὐτὴ δὲ τὴν τῶν πραγμάτων πᾶσαν διοίκησιν ἀνεζώσατο. οὕτω μὲν οὖν τὰ τῆς βασιλείας παρὰ τῇ μητρὶ νενέμηντο καὶ ἀμφοῖν 732 τοῖς ὁμαίμοσιν. ἤστην δὲ τῷ βασιλεῖ καὶ ἑτέρω διττὼ ἀδελφὼ νεωτέρω τὴν ἡλικίαν, ὧν τὸν μὲν πρωτοσεβαστὸν ἐτίμησε καὶ μέγαν δομέστικον, τὸν Ἀδριανόν, τὸν Νικηφόρον δὲ σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον. εἶχε δὲ καὶ ἐπ' ἀδελφαῖς κηδεστὰς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνίτην. τὸν μὲν οὖν Ταρωνίτην τῇ πρώτῃ συνεζευγμένον τῶν ἀδελφῶν, πάνυ στεργομένῃ πρὸς τῆς μητρὸς καὶ πρὸς αὐτῶν τιμωμένῃ, πανυπερσέβαστον ὠνόμασαν, καὶ τοῦτο καινίσαντες τὸ ἀξίωμα. τὸν δέ γε Μελισσηνόν, ἀποστασίαν κἀκεῖνον κατὰ τοῦ Βοτανειάτου ἐν τῇ ἑῴᾳ φρονήσαντα καὶ ἔτι ταύτης ἐχόμενον, ἐπὶ συμβάσει τετιμήκασι Καίσαρα καὶ τὴν πόλιν αὐτῷ Θεσσαλονίκης εἰς κατοικίαν ἀπένειμαν, καὶ χορηγίαν χρημάτων καὶ τούτῳ καὶ πᾶσι τοῖς αὐτοῖς κατὰ γένος προσήκουσι τύχῃ τοιᾷδε καὶ ἀξιωμάτων ὄγκῳ τηλικῷδε ἀνάλογον προσαφώρισαν. ἐντεῦθεν τῶν βασιλείων προσόδων, μᾶλλον δ' εἰπεῖν τῶν κοινῶν καὶ δημοσίων, οὕτω διανεμηθεισῶν τὸ βασιλικὸν ταμεῖον 733 ἢ τὸ κοινὸν πρυτανεῖον ἐστένωτο. καὶ ὁ κρατῶν σπανίζων χρημάτων τάς τε τοῖς ἀξιώμασιν ἀνηκούσας ἀνέκαθεν ἐτησίας δόσεις ἐξέκοψε καὶ τὰς τῶν συγκλητικῶν οὐσίας προσαφῃρεῖτο. ἔστεψε δὲ καὶ τὴν κοινωνὸν αὐτῷ τοῦ βίου Εἰρήνην καὶ Αὐγούσταν ὠνόμασεν· ἡ δ' ἦν ἐγγόνη τοῦ Καίσαρος Ἰωάννου τοῦ ∆ούκα. ἡ δὲ πρῴην βασίλισσα ἡ ἐξ Ἀλανῶν Μαρία σὺν τῷ ἰδίῳ υἱῷ Κωνσταντίνῳ, ὃν τῷ ∆ούκᾳ Μιχαὴλ ἐν τῇ πορφύρᾳ ἐγείνατο, στεφθέντι παρὰ τοῦ οἰκείου πατρὸς ἔτι βρεφυλλίῳ τυγχάνοντι