197
δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς) διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην καὶ στόλον ἐν αὐτῇ ναυπηγεῖ, δι' οὗ τήν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τήν τε Ῥόδον ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πλείους ἄλλας τῶν νήσων. ἐξηλάθη δ' αὖθις αὐτῶν, στόλου Ῥωμαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι. καὶ ἡ νῆσος δ' ἡ Κρήτη, πρὸς δὲ τῇ καὶ ἡ Κύπρος ἀποστασίαν ἐνόσησαν, τὴν μὲν τοῦ Καρίκη κατεσχηκότος καὶ ἀντάραντος χεῖρα τῷ βασιλεῖ, τὴν Κύπρον δέ γε τοῦ Ῥαψομμάτου. ἀλλὰ καὶ αὗται τῇ Ῥωμαίων αὖθις οὐκ εἰς μακρὸν ἐπανεσώθησαν ἡγεμονίᾳ. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀποτροπαίους συλλογῆς χρημάτων ἐξεύρισκε, καὶ ὀφειλὰς ἀδίκους εἰσῆγον κατὰ τῶν ἀνθρώπων οἱ ἐπ' αὐτῷ τεταγμένοι, καὶ ἀφηροῦντο τὰς οἰκείας οὐσίας οἱ μηδὲν δικαίως ὀφείλοντες. ἐντεῦθεν ἀπογραφεῖς πανταχοῦ τῶν ἐν ἀγροῖς καὶ χωρίοις διαφερουσῶν τοῖς ὑπηκόοις ἐστέλλοντο κτήσεων, καὶ τὰ καινὰ τῶν 738 ὀνομάτων ἐπινενόητο, τὰ ὑπέρτιμα λέγω καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοτε ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων εἰσήγοντο, καὶ ἱερὰ δ' ἀφῄρηντο ἐκ θείων ναῶν. οὗτος ὁ βασιλεὺς καὶ τὸ νόμισμα κεκιβδηλευμένον παρὰ τῶν πρὸ αὐτοῦ εὑρηκὼς χάλκεον ἔθετο, ᾧ εἰς τὰ τῆς βασιλείας ἐκέχρητο ἀναλώματα, τοὺς δέ γε φόρους διὰ χρυσίνων δοκίμων εἰσέπραττε, πῇ δέ γε καὶ δι' ἑτέρων, χρυσίνων μὲν κἀκείνων, ἀλλ' ἡμιχρύσων, ἔστι δ' οὗ καὶ διὰ τῶν χαλκέων ἐδασμοφόρει. ὅθεν χαλκοῦ δεόμενος πλείονος τοὺς ὀβολοὺς εἰς νόμισμα μετετύπωσε καί τινα τῶν δημοσίων ἔργων, τῶν χαλκουργημάτων φημί, κατασπάσας εἰς στατῆρας συνέκοψε καὶ νέας δεκάτας ἐκαίνισεν. Ἐγείνατο δὲ θυγάτριον ἡ Αὐγούστα τῷ βασιλεῖ, ὅπερ Ἄννα ὠνομάσθη διὰ τὴν πατρομήτορα, ἐφ' ᾗ τὸν τῆς βασιλίσσης Μαρίας υἱὸν Κωνσταντῖνον τῆς ἐξ Ἀλανῶν ὁ βασιλεὺς ἐμνηστεύσατο· ἐκείνου δ' ἐπὶ τῇ μνηστείᾳ τὴν ζωὴν καταλύσαντος, ὡς ὡραία γάμου ἡ θυγάτηρ ἐγεγόνει τῷ ἄνακτι, νυμφίον ἕτερον ἐπ' αὐτῇ εἰσῳκίσατο τὸν μείζω τῶν υἱῶν Νικηφόρου τοῦ Βρυεννίου, ὃν ὁ λόγος προέφηνε τῇ τυραννίδι ἐπιχειρήσαντα 739 καὶ ἁλόντα καὶ πηρωθέντα τοὺς ὀφθαλμούς. τούτῳ τὴν θυγατέρα ταύτην κατεγγυήσας τετίμηκε τὸν ἄνδρα πανυπερσέβαστον. γίνεται δὲ τῷ βασιλεῖ καὶ υἱός, ὃν ἐν τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας παρὰ τοῦ πατριάρχου καταξιωθέντα τοῦ θείου βαπτίσματος καὶ Ἰωάννην κληθέντα αὐτίκα ὁ πατὴρ καὶ διαδήματι ταινιοῖ. γεγόνασι δὲ τῷ βασιλεῖ καὶ ἕτεροι δύο υἱοί, Ἀνδρόνικός τε καὶ Ἰσαάκιος, καὶ θυγατέρες ἕτεραι τρεῖς, Μαρία, Εὐδοκία καὶ Θεοδώρα. τῇ μὲν οὖν Μαρίᾳ τὸν τοῦ Γαυρᾶ ἐκείνου Θεοδώρου τοῦ σεβαστοῦ καὶ μάρτυρος υἱὸν ἐμνηστεύσατο. εἶτα τὴν μνηστείαν ταύτην λύσας, οὕτω δόξαν αὐτῷ, κἀκεῖνον ἀποπεμψάμενος ἕτερον μνηστῆρα τῇ θυγατρὶ ταύτῃ τὸν τοῦ Φορβηνοῦ υἱὸν τοῦ Κατακαλὼν τὸν Νικηφόρον εἰσεποιήσατο. τῇ δ' Εὐδοκίᾳ τὸν τοῦ Ἰασίτου Κωνσταντίνου παῖδα συνέζευξεν· ὃς τῇ τε συνεύνῳ οὐχ ὡς βασιλέως ἐκέχρητο θυγατρί, ἀλλ' ἐκ τοῦ κρείττονος ὡμίλει ταύτῃ καὶ προσεφέρετο, καὶ τῇ βασιλίσσῃ δὲ πλειστάκις προσκεκρούκει καὶ πενθερᾷ, ἥπερ αὐτῷ προσοχθίσασα τὴν θυγατέρα νοσήσασαν εὐθὺς ἀποκείρει καὶ τὸν Ἰασίτην ἀπελαύνει τῶν βασιλείων. τῇ δέ γε τε740 λευταίᾳ τῶν θυγατέρων συνῴκισεν ὁ πατὴρ νεανίαν τὸ μὲν εἶδος ἀγαλματίαν, τὸ δὲ γένος οὐ τῶν ἐπιφανῶν. Γέγονε δ' ἐπὶ τῆς βασιλείας τούτου κλόνος τῆς γῆς φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς μνήμης τοῦ ἐν θαύμασι περιωνύμου ἁγίου Νικολάου, ὑφ' οὗ πολλαί τε οἰκίαι καὶ ναοὶ κατηρείπωντο καὶ στοαί, δι' ὧν αἱ τῆς πόλεως ὠρόφωνται ἀτραποί, καὶ πλεῖστοι ἐν τοῖς συμπτώμασι συνεχώσθησαν καὶ ἀπέθανον. Κατὰ τούτους τοὺς χρόνους καὶ τοῦ τῶν Πατζινάκων ἔθνους συγκίνησις γέγονεν, ἐκ τῶν σφετέρων ἠθῶν μεταναστεύσαντος εἰς χώραν Ῥωμαϊκὴν καὶ τὴν Θρᾴκην πᾶσαν καὶ τὴν Μακεδονίαν ληιζομένου. κατὰ τούτων ἐκστρατεύσας ὁ βασιλεύς, τῶν στρατιωτῶν ἀλαζονευομένων, αἰσχρῶς ἥττητο. εἶτ' αὖθις ἄπεισι κατὰ τῶν βαρβάρων, ταπεινωθείσης τῆς στρατιᾶς καὶ τὸ πᾶν τῆς θείας