199
ἑταιρισάμενος εἰς τἀπὶ Θρᾴκης τε χωρία γενόμενος καὶ τὴν χώραν κεραΐζων καὶ ληιζόμενος ἀπῄτει τοὺς ἐν ταῖς πόλεσι δέχεσθαί τε αὐτὸν καὶ ἀξιοῦν βασιλικῆς ἀναρρήσεως. εἶτα εἴς τι πολίχνιον τῶν Θρᾳκικῶν ἀπελθὼν ἀπατηθείς τε παρὰ τῶν ἐν αὐτῷ καὶ ἀναρρηθεὶς εἰσελθών τε μετ' ὀλίγων ἐντὸς συνεσχέθη καὶ ἐξεκόπη τοὺς ὀφθαλμούς. καὶ οὕτως ἡ ἐπιχειρηθεῖσα παρ' αὐτοῦ τυραννὶς διελέλυτο, τῶν Κομάνων, ὅσοι μὴ διεφθάρησαν, εἰς τὰ ἤθη παλινοστησάντων τὰ σφέτερα. Οὗτος ὁ βασιλεύς, τοῦ ὀρφανοτροφείου ἐσχολακότος, ἀλλὰ μὴν καὶ ἄλλων γηρωκομείων πολλῶν, τὰς πάντων κτήσεις τῷ ὀρφανοτροφείῳ προσνείμας καὶ αὐτὸς ἑτέρας προσαφορίσας 745 ἀνεκαίνισέ τε αὐτὸ καὶ ἀνενέωσε πολλοῖς ἀναλώμασι καὶ πλῆθος γηρωκομουμένων αὐτῷ ἐγκατέστησεν. ἀλλὰ μὴν καὶ μοναζόντων καὶ μοναζουσῶν ἐν αὐτῷ ἐδείματο καταγώγια· πρὸς δὲ τοῖς καὶ διδασκαλεῖον γραμματικῶν, ἵν' ἐν αὐτῷ διδάσκοιντο παῖδες ὀρφανοὶ ἢ γονέων ἀπόρων, διδασκάλους ἐντάξας αὐτῷ καὶ παιδαγωγοὺς καὶ σιτήσεις ἀποτάξας τοῖς διδάσκουσί τε καὶ τοῖς μανθάνουσι. Καὶ τὰ μὲν οὕτως ἔσχε καὶ μέχρι τοῦδε διατετήρηται· ἄλλο δ' αὖθις κατὰ τοῦ αὐτοκράτορος συνεστήσαντό τινες διαβούλιον, οὗ κορυφαῖος μὲν ἦν ὁ Ἀνεμᾶς Μιχαήλ, συνίστορες δὲ πολλοὶ τῶν τὰ πρῶτα πραττομένων ἐν τῇ μοίρᾳ τῇ στρατιώτιδι. ἀλλὰ μήπω τῷ ἔργῳ ἐπιχειρήσαντες ἐγνώσθησάν τε καὶ συνελήφθησαν, καὶ τοῖς μὲν συνωμόταις ψίλωσις ἐπήχθη τῶν τριχῶν καὶ τοῦ πώγωνος, οὐ ξυρῷ, ἀλλὰ δρώπακι. τῷ δ' Ἀνεμᾷ ἄψαυστος μὲν ἡ κεφαλὴ καὶ ὁ πώγων τετήρητο, πήρωσις δὲ τῶν ὀφθαλμῶν αὐτοῦ κατεψήφιστο. ἔτι δὲ θριαμβευομένων αὐτῶν ἐπικαταλαμβάνει βασίλειον θέσπισμα τῆς ποινῆς τὸν Ἀνεμᾶν ἐξαιρούμενον καί οἱ συγχωροῦν τῶν ὀμμάτων τὴν ἐκκοπήν. ἀφαιρεθέντες δὲ τὰς οὐσίας ὑπερορίαν ἄλλος ἀλλαχόθι κατεδικάσθησαν. 746 Ἡ μήτηρ δὲ τοῦ αὐτοκράτορος τούτου τῶν τῆς βασιλείας πραγμάτων ἀναδεξαμένη, ὡς εἴρηται, τὴν διοίκησιν, μέχρι πολλοῦ ταύτην μετεχειρίζετο, ὅθεν καὶ τὰ πρὸς κάκωσιν τῶν ὑπηκόων τότε γινόμενα ἐκείνῃ οἱ πλείονες ἐπεγράφοντο. ἤχθετο μὲν οὖν ὁ βασιλεὺς ὡς ἐν μόνῳ σχεδὸν τῆς βασιλείας ἀπολαύων ὀνόματι, ᾐδεῖτο δὲ τὴν μητέρα καὶ ἀκούσης ἐκείνης ἀφελέσθαι τὴν ἐξουσίαν οὐκ ἤθελεν. ἐπεὶ δ' ἐκείνη συνῆκεν ἀχθόμενον τὸν υἱόν, πτοηθεῖσα μὴ βιασθείη καὶ ἀθέλητον δόξῃ ποιήσασθαι τὴν μετάστασιν, παρακεχωρήκει πάντων τῷ υἱῷ τε καὶ αὐτοκράτορι καὶ τῶν βασιλείων ὑπανεχώρησε, τὴν τοῦ Παντεπόπτου μονήν, ἣν ἐκείνη ἐδείματο, κατοικίαν ποιησαμένη, παρ' ᾗ καί τινας ἐνιαυτοὺς παροικήσασα ἐντίμως τε καὶ βασιλικῶς ἐς γῆράς τε βαθὺ καταντήσασα μετήλλαξε τὴν ζωήν. ἕνα δ' ἐνιαυτὸν καὶ μικρόν τι πρὸς ὁ σεβαστοκράτωρ ἐπιβιοὺς τῇ μητρὶ κἀκεῖνος ἀπέτισε τὸ χρεών, κειράμενος τὴν τρίχα καὶ μεταμφιασάμενος κατὰ μοναχούς, ὡς ἔγνω ἐπιλείπειν αὐτῷ τὸ βιώσιμον. ἀπεβίω δ' ἐπὶ παισὶ πολλοῖς, οὕς, ἐπεὶ καὶ ἡ μήτηρ αὐτῶν οὐδ' ὅλον ἐνιαυτὸν ἐπιζήσασα τῷ ἀνδρὶ μετέστη τῶν γεηρῶν, ὁ βασιλεὺς προσελάβετο καὶ τοὺς μὲν 747 ἄρρενας συνῴκισε γυναιξί, τὰς δέ γε θηλείας ἀνδράσιν ἐξέδοτο καὶ ἔστεργε καὶ εὐηργέτει τοὺς ἀδελφόπαιδας. πρὸς δὲ τὴν κοινωνὸν τοῦ βίου ὁ βασιλεὺς οὗτος οὔτ' ἀποστρόφως εἶχε τὸ πρότερον οὔτε λίαν ἐκείνῃ προσέκειτο, ἀφροδισίων δ' ἡττώμενος οὐ πάνυ τὰ ἐς εὐνὴν ἐτύγχανε δίκαιος, ὅθεν καὶ βέλεσιν ἡ Αὐγούστα ζηλοτυπίας ἐβέβλητο. ἐπεὶ δ' ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ πυρφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε πρὸς τὴν Αὐγούσταν τρέψας τὸν ἔρωτα ὅλος ἦν τῆς πρὸς ἐκείνην στοργῆς καὶ ἤθελεν εἶναι σχεδὸν αὐτῆς ἀδιάσπαστος. τοιαύτη μὲν οὖν τῇ βασιλίσσῃ ἐς ὕστερον ἡ διάθεσις, καὶ μεγάλα τότε ἠδύνατο καὶ εἶχεν οὕτω μέχρις ἂν ἔρρωτο τὸ σῶμα τῷ βασιλεῖ. ἐπεὶ δ' ἐκεῖνος τοὺς πόδας ἤλγει καὶ τὰς βάσεις ἐβέβλαπτο καὶ περὶ τὰ ἄρθρα τούτῳ μοχθηρᾶς ὕλης συνερρυήκεσαν ῥεύματα καὶ ἦν ἐντεῦθεν κλινοπετής, κατῆρχεν ἡ βασιλίς, καὶ τῷ ταύτης ἦν ὡς ἐπίπαν τιθέμενος ὁ αὐτοκράτωρ θελήματι, καὶ πᾶσα ἡ ἐξουσία καὶ ἡ τῆς βασιλείας διοίκησις ἀνατεθῆναι αὐτῇ μετὰ παρέλευσιν τοῦ ἀνδρὸς μεμελέτητο, ὡς καὶ τὸν υἱὸν