λεχέεσσι κλιθῆναι, ὅ πέρ ἐστιν ἑρμηνεία τοῦ ἔθελχθεν, οἷα οὕτως ἐκστάντων, ὡς εἰς εὐχὴν θέσθαι τὴν εὐνήν· ἢ καὶ ἄλλως οὕτω θελχθέντων, ὡς λυθῆναι αὐτοῖς τὰ γούνατα, οἷα λυσιμελοῦς τινὸς ὄντος καὶ τοῦ πολλοῦ ἔρωτος. (ῃερς. 212.) Τὸ δὲ ἔρῳ δοκεῖ Αἰολικὸν εἶναι ἀπὸ εὐθείας τῆς ὁ ἔρος, οὗ χρῆσις ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Θεογονίᾳ· ὅθεν καὶ αἰτιατικὴ τὸ, ἐξ ἔρον ἕντο. ἠδύνατο δὲ καὶ ἐκ τοῦ, ἔρως ἔρωτος ἔρωτι, ἀποκεκόφθαι καθ' ὁμοιότητα τοῦ, γέλω ἔκθανον. ἀλλ' οὐ δοκεῖ γνωστὸν Ὁμήρῳ εἶναι τὸ, ἔρως ἔρωτος. (ῃερς. 213.) Τὸ δὲ, παραὶ λεχέεσσι κλιθῆναι, ἀμφιβόλως νοεῖται· ἢ γὰρ ἐκείνην παρὰ τοῖς αὐτῶν, ἢ αὐτοὺς παρὰ τοῖς τῆς γυναικός. ὅτι δέ ποτε τὸ κλιθῆναι καὶ μετὰ τοῦ ˉν γράφεται κλινθῆναι, οὐκ ἔστιν ἀμφιβαλεῖν. (ῃερς. 215.) Ὅτι ψόγος πρὸς ἀκμάζοντα εὐγενῆ νεανίαν, εἴ περ ἀφραίνει, τὸ, ὦ δεῖνα, οὐκέτι φρένες ἔμπεδον οὐδὲ νόημα, τὸ ἐκ τῶν σωματικῶν φρενῶν δηλαδή. (ῃερς. 216.) παῖς ἔτ' ἐὼν, καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδε' ἐνώμας, τουτέστι κερδαλέος ἦς. νῦν δ' ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς, εἰς μέγεθος καὶ κάλλος ὁρώμενος ἀλλότριος φὼς, (ῃερς. 220.) οὐκέτι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. Πηνελόπη δὲ ταῦτα φησὶ πρὸς τὸν υἱὸν, ἀφορμὴν προβαλομένη τοῦ τε κατελθεῖν καὶ τοῦ ταῦτα εἰπεῖν τὴν τοῦ ξένου κακίαν. (ῃερς. 221.) ἐπάγει οὖν θαυμαστικῶς καὶ θυμικῶς, οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν; εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς, (ῃερς. 225.) σοὶ ἂν αἶσχος λώβη τε μετ' ἀνθρώποισι πέλοιτο, ὡς ἀχρείῳ δηλαδὴ ξεινοδόκῳ ἢ καὶ ἀδίκῳ. καὶ οὕτω μὲν ἡ μήτηρ. (ῃερς. 227.) ὁ δὲ παῖς ἐμφρόνως ἀντιλέγων καὶ ἐπιεικῶς λέγει, ὅσα δὴ συνετὸς νέος εἴπῃ ὁμολογῶν οἰκεῖον ἐλάττωμα, ὃ πταίει ἐξ αἰτίας ἐχθρῶν τινῶν. φησὶ γάρ· μῆτερ ἐμὴ, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δ' ἔτι νήπιος ἦα. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε, κακὰ φρονέοντες, ἐμοὶ δ' οὐκ εἰσὶν ἀρωγοί. Καὶ ὅρα ὡς δεξιῶς ἀναστρέφει τὸ τῆς μητρὸς νόημα ὁ παῖς. ἡ μὲν γὰρ παῖδα ἔτι ἐόντα κέρδεα νωμᾶν αὐτὸν ἐν φρεσὶν ἔφη, νῦν δὲ μέγαν ὄντα μὴ τοιοῦτον εἶναι. ὁ δὲ νῦν μᾶλλον ἐπιστήμων ἔφη τῶν δεόντων εἶναι, πάρος δὲ νηπιάζειν. αἰτιᾶται δὲ τοὺς μνηστῆρας ὡς αἰτίους τοῦ δοκεῖν τοῦτον μὴ φρονεῖν, ἵνα τῶν τοῦ Τηλεμάχου τὸ μὲν πρῶτον εἴη ἐνστατικὸν, τὸ νῦν μᾶλλον εἰμὶ φρενήρης, τὸ δὲ ἑξῆς ἀντιπαραστατικὸν, τὸ ὑπὸ τῶν μνηστήρων ἐκκρούεσθαί ποτε τοῦ δέοντος. οἱονεὶ γάρ, φησιν, ὡς εἰ καί ποτε δοκῶ μὴ φρονεῖν, ἐξ αἰτίας τοῦτο τῶν μνηστήρων ἐστί. (ῃερς. 217.) Τὸ δὲ, μέγας ἐσσὶ, ἔχεται λόγου τοῦ παιδὸς, ἐν ᾧ φθάσας ἐκεῖνος ἔφη, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ, πειράσομαι τόδε ποιῆσαι. (ῃερς. 219.) Ὅτι δέ ποτε ἀλλότριός τις φὼς εἰς μέγεθός τινος καὶ κάλλος ὁρώμενος, ἤτοι ὁρῶν, ὀλβίσοι ἂν τὸν βλεπόμενον, ἐδήλωσέ που καὶ Μενέλαος, οὕτω χαρακτηρίσας καὶ αὐτὸς ἐκεῖ Πεισίστρατον καὶ Τηλέμαχον, γένος εἶναι διοτρεφέων βασιλήων· ἐπεί, φησιν, οὐκ ἂν κακοὶ τοιούσδε τέκοιεν. καὶ ἄλλως δὲ φράσαι, τὸ ἀλλότριος φὼς ἀκριβῶς πρόσκειται, ὡς τοῦ ἀλλοτρίου φωτὸς ἀπὸ μεγέθους καὶ κάλλους ὡς ταπολλὰ ὀλβίζοντος τὸν ὁρώμενον, ὃς εἴ περ ἀστοχήσοι, ἀκούσοι ἂν, ὡς οὐκ εἰκότως ὄλβιον λέγει, ᾧ μὴ ἐπ' εἴδεϊ καὶ φρένες εἰσίν· ὁ μέντοι εὖ εἰδώς τινα ἑτέρωθεν χαρακτηρίσει τὸν ὄλβιον· ἐξ ὧν δηλαδὴ περὶ ἐκείνου οἶδεν ἀγαθῶν. (ῃερς. 223.) Τὸ δὲ, πῶς νῦν; πάνυ ἐλλιπῶς καὶ οὕτω γοργῶς ἠρώτηται. οὐ γὰρ ἀφῆκεν ὁ θυμὸς ἐντελῆ γενέσθαι τὴν πεῦσιν. λέγει δὲ, πῶς νῦν τὸ πρᾶγμα γέγονεν; ἢ πῶς οὐκ ἐπεξῆλθες καὶ ἐκώλυσας; ἢ ἄλλο τι ὅμοιον. Τὸ δὲ εἴ τι ξεῖνος ἢ εἴ τις ξεῖνος, ἀμφοτέρως γὰρ γράφεται, καὶ τὰ ἑξῆς, διδάσκει, τὰ εἰς τοὺς ξείνους κακὰ τοῖς ξεινοδόκοις ἐπιγράφεσθαι. (ῃερς. 224.) Ῥυστακτὺς δὲ ἡ αἰκία, ὁ βίαιος ἑλκυσμός· οὗ τὸ ῥῆμα ῥυστάζειν ἐλέχθη πρὸ τούτων. (ῃερς. 228.) Τὸ δὲ, θυμῷ νοέω, εὐφυῆ καὶ θυμόσοφον εἶναι δηλοῖ τὸν Τηλέμαχον. οἴκοθεν γὰρ καὶ οὐκ ἀπὸ