202
βασιλέως υἱῷ τε καὶ βασιλεῖ πολ755 λὴν τὴν ἀθυμίαν ἐνέσταζον καὶ εἰς ἀγωνίαν ἐνέβαλλον· ὁ δὲ καὶ οὕτως ἔχων ἐκαρτέρει. Ἀλλὰ τὰ μὲν περὶ τούτων προϊὼν ὁ λόγος ἐκθήσεται, ἄρτι δὲ διηγησάσθω ἃ παραλέλοιπε. πολλοὶ κατὰ τοὺς τῆς αὐταρχίας χρόνους τοῦ βασιλέως τούτου γεγόνασιν ἐμπρησμοὶ ἐν διαφόροις τῆς πόλεως μέρεσι, καὶ πολλὰ ταύτης κατενεμήθη τὸ πῦρ καὶ ἠρείπωσεν. ἔπνευσε δέ ποτε τούτου κρατοῦντος καὶ ἄνεμος σφοδρός τε καὶ βιαιότατος ὥρας οὔσης ἐαρινῆς, ὑφ' οὗ πολλά τε ἄλλα συνέβη συμπτώματα καὶ ἡ ἐν τῷ κυκλοτερεῖ καὶ μεγίστῳ πορφυρέῳ κίονι τῷ κατὰ τὸ λεγόμενον Πλακωτὸν ἑστῶτι ἱδρυμένη στήλη κατήνεκτο καὶ πολλοὺς ἀνεῖλε τῶν παρατυχόντων ἐκεῖ. ἦν δὲ τὸ ἄγαλμα μεγέθει μὲν πάμμεγα, κάλλει δὲ θαυμάσιον, ὃ καὶ πεσὸν συντέθραυστό τε καὶ εἰς πολλὰ διετέτμητο. καὶ ὑετὸς δ' ἐν ἄλλῳ χρόνῳ κατερράγη σφοδρότατος κατ' αὐτὴν τὴν ἡμέραν τῆς μνήμης τῶν κορυφαίων τοῦ Χριστοῦ μαθητῶν Πέτρου καὶ Παύλου, ὃς περὶ δείλην ὀψίαν ἠργμένος διήρκεσεν ἄχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας ἀνένδοτος γεγονώς. ὅτε πολλαί τε τῇ φορᾷ τῶν ὑδάτων οἰκίαι κατέπεσον, καὶ αἱ κοιλάδες ὑδάτων πλη756 σθεῖσαι οὐδὲν διέφερον θαλασσῶν, καὶ ἀνθρώπων οὐκ ὀλίγων καὶ ζῴων πολλῶν συμβεβήκει ἀπώλεια. Ταῦτα μὲν οὖν οὕτω συνήνεκτο· ἀπηγγέλη δέ ποτε τῷ βασιλεῖ Τούρκων ἀθροίζεσθαι στρατιὰν βουλομένην ἐπελθεῖν ταῖς ὑπὸ Ῥωμαίους χώραις καὶ ταύτας ληίσασθαι. ἔτυχε δὲ τότε τοὺς πόδας ἀλγῶν, τοῦ ῥεύματος σφοδρότερον ἐπιρρεύσαντος καὶ περιωδυνίαις αὐτὸν καὶ ἀλγηδόσιν ὀξυτάταις πιέζοντος. ἐπεὶ γοῦν οὐκ εἶχε δι' ἑαυτοῦ κατὰ τῶν βαρβάρων στρατεύσασθαι, φάλαγγα κατ' αὐτῶν ἐκπέμπει στρατιωτῶν, φαλάγγαρχον ἐπιστήσας αὐτοῖς τὸν Καμύτζην Εὐστάθιον, ἄνδρα τοῖς πρώτοις τεταγμένον τῶν στρατηγῶν. ὁ δὲ οὐκ ἐλαχίστῃ τῶν πολεμίων μοίρᾳ περιτυχὼν προσβάλλει τούτοις, ἡττήθη δὲ προσβαλών, καὶ αὐτὸς μὲν ἑάλω, οἱ δ' ὑπ' αὐτὸν οἱ μὲν ἔπεσον, οἱ δὲ φυγόντες ἐσώθησαν. ὡς δὲ ταῦτα τῷ βασιλεῖ κατηγγέλθησαν, οὐκέτι καθεκτὸς ἦν ἐκεῖνος ἀλλ' ἔξεισι, καὶ Τούρκοις μὲν ἐνέτυχεν οὐδαμοῦ (μαθόντες γὰρ τὴν κατ' αὐτῶν τοῦ βασιλέως ὁρμὴν τοῖς ἵπποις ἐνδόντες τοὺς χαλινοὺς ἔφευγον ἀμεταστρεπτί), ἴσχυσε δὲ καὶ ὁ Καμύτζης τὰς χεῖρας αὐτῶν ἐκφυγεῖν, τοὺς αὐτὸν φρουροῦντας μεγάλαις ὑποσχέσεσι πείσας συναποδρᾶναι αὐτῷ καὶ προσεληλυθέναι τῷ βασιλεῖ. καὶ ὁ μὲν πρὸς τὸν αὐτοκράτορα ἦλθε προσάγων καὶ τοὺς αὐτοῦ φύλακας αὐτομόλους. ὁ δὲ κρατῶν ἐκεῖνον 757 μὲν ἡδέως εἶδε, τοὺς δ' ἐκεῖνον λελυκότας ἐδεξιώσατο χρήμασι καὶ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. Οὐ πολὺς παρερρύη καιρὸς καὶ ἔξεισιν αὖθις κατὰ τῶν βαρβάρων τούτων ὁ αὐτοκράτωρ, καὶ ἄπεισιν εἰς τὸ Φιλομήλιον. εὗρε δὲ τὸ ἄστυ τοῦτο κενὸν ὁπλιτῶν· πάντες γὰρ τὴν τοῦ αὐτοκράτορος ἐγνωκότες κατ' αὐτῶν ἔφοδον τὰ μὲν φίλτατα καταλελοίπασιν, ἐκεῖνοι δὲ ἀνεχώρησαν. τὸ μὲν οὖν ἄστυ ἀπόνως ἐλήφθη, ἀλλὰ μέντοι καί τινα φρούρια καὶ σπήλαια, ἃ καταφύγια τοῖς ἐγχωρίοις ὠνόμασται, παρὰ τῶν κατεχόντων αὐτὰ τῷ βασιλεῖ παρεδόθησαν, καὶ οἱ ἐν αὐτοῖς μετῳκίσθησαν, τοῦτο συμφέρον τοῦ αὐτοκράτορος κρίναντος. οὓς μεθ' ἑαυτοῦ λαβὼν ἐκεῖνος ἐπανῄει, ἐπεὶ μὴ πολεμίοις ἐνέτυχε. τῶν δὲ μετοικιζομένων ὅσοι μὲν ἀκμάζοντες ἦσαν ἢ καὶ νεάζοντες, δι' ἑαυτῶν τὴν πορείαν πεποίηντο, οἷς δὲ τὸ γῆρας βραδεῖς ἐτίθει τοὺς πόδας εἰς βάδισιν, τούτοις παρεῖχεν ὁ κρατῶν ὑποζύγια. εἰ δέ τινες ἢ νόσοις ἢ πάθεσιν ἄλλοις εἶχον παρειμένα τὰ σώματα ἢ γήρᾳ μακροχρονίῳ τε καὶ λυγρῷ, τούτους ἀσπίσιν ἐπετίθει μακραῖς καὶ τὰς ἀσπίδας νέους φέρειν ἐπέταττε σθεναρούς, δεδυνημένους ἀχθοφορεῖν, αὐτὸς δὲ περιιών, εἴ τινα τῶν οὕτω κομιζομένων ἢ δίψει κάμνοντα εὕρισκεν ἢ τροφῆς 758 ὀρεγόμενον ἢ ἄλλως ταλαιπωρούμενον, ὡς ἐνὸν ἀνεκτᾶτο τὸν κάμνοντα. οὕτω δὲ ὁδοιπορήσαντί τε καὶ καταλύσαντι καὶ Τοῦρκοι πρὸς ἑσπέραν ἐφάνησαν, σπονδὰς πρὸς Ῥωμαίους λέγοντες ἐθέλειν θέσθαι τὸν σφέτερον ἀρχηγόν. τοῦτο δὲ οὐδὲ τῷ βασιλεῖ ἔδοξεν ἀποθύμιον. ἕωθεν οὖν ἧκεν ὁ τῶν βαρβάρων κρατῶν· ὁ δὲ ἦν οὐ σατράπης, ἀλλ' ἐκ