203
τοῦ γένους τοῦ σουλτανικοῦ καταγόμενος καὶ σουλτὰν ὑπὸ τῶν οἰκείων ὀνομαζόμενος. ὃς ἐφίππῳ τῷ βασιλεῖ ἐντυχὼν πόρρωθεν αὐτὸς ἀποβὰς τοῦ ἵππου καὶ πεζὸς προσεληλυθὼς καὶ οὕτω τὴν προσκύνησιν αὐτῷ ἀφοσιωσάμενος συνθήκας τε ἔθετο καὶ χρήμασι πολλοῖς φιλοτιμηθεὶς ἐκεῖνός τε καὶ ὅσοι σὺν αὐτῷ ἐληλύθασιν, ὁ μὲν ἐπανῄει πρὸς τὰ ἤθη τὰ ἑαυτοῦ, ὁ δ' αὐτοκράτωρ ἐπανῆλθε πρὸς τὰ βασίλεια. ἐντεῦθεν ηὔξητο τὸ τῶν ποδῶν ἄλγος αὐτῷ καὶ ἦν κλινήρης ὡς τὰ πολλά, κατῆρχε δ' ἡ βασιλὶς καὶ ἦν ἐπίδοξος τὴν αὐταρχίαν σφετερίσασθαι. ὁ δὲ ταύτης υἱὸς καὶ βασιλεὺς οὐκ ἠρέμει, παντοίως πρὸς τὴν δοκοῦσαν τῆς μητρὸς ἐπιχείρησιν ἀντιστρατευόμενος. 759 Ὡς δὲ τῇ νόσῳ κατεπονεῖτο ὁ αὐτοκράτωρ, εἰς τὸ μέγα τὸ πρὸς ἀνίσχοντα ἥλιον μετεκομίσθη ἀνάκτορον καὶ ἦν νοσοκομούμενος, καὶ τῶν Ἀσκληπιαδῶν περὶ ἐκεῖνον καθ' ἑκάστην ἐγίνετο ἀθροισμός. οὐκ ἦν δὲ μία πᾶσι διάγνωσις, μόλις δ' οὖν εἰς μίαν γνώμην ἦλθόν ποτε· ἡ δ' ἦν σιδήρῳ τὸν στόμαχον καυτηριάσαι τοῦ αὐτοκράτορος. σίδηρον οὖν ὁ βασιλεὺς κατὰ τοῦ στομάχου φλογόεντα δέχεται. οὐκ εὔκρατος μέντοι ἐδόκει τοῖς ἰατροῖς ὁ τῶν ἀνακτόρων ἀήρ, οἷα δὴ νοτιώτερος. διὸ καὶ εἰς τὰ τῶν Μαγγάνων ἀνάκτορα μετακεκόμιστο ὁ κρατῶν, εἴτε τυχαίως οὕτω συμβὰν εἴτε τοῦ χρεὼν τὸν θνήσκοντα συνελαύνοντος ἐκεῖ τὴν ψυχὴν ἐρυγεῖν. τὸ γὰρ "ἐν ἀκεσωδύνοις πεσεῖται" περὶ ἐκείνου γεγράφθαι λέγοντες οἱ περὶ ταῦτα ἐπτοημένοι ἀκεσώδυνα τὴν τῶν Μαγγάνων κατοικίαν ἐξηγοῦντό τε καὶ ὠνόμαζον διὰ τὸ ἰατρεῖον τὸ ἐν αὐτοῖς, ὡς ἄκος ταῖς περιωδυνίαις περιποιούμενον. καὶ οὐδὲ τὸ καυτηριάσαι τὸν βασιλέα γενέσθαι μάτην ἐλέγετο τοῖς περὶ ταῦτα κομψοῖς, ἀλλὰ κατὰ παλαιγενῆ καὶ τοῦτο πρόρρησίν τε καὶ 760 πρόγνωσιν. γεγράφθαι γάρ που περὶ αὐτοῦ τοῖς πονήσασι τὰς περὶ τῶν βασιλέων αἰνιγματώδεις γραφὰς ὡς "ἀγκῆρι καυθεὶς πεσεῖται," ἀγκῆρι λέγοντες τοὺς συγγραφεῖς ἐκείνους τὸ σιδήριον ἀπεικάσαι, δι' οὗ τὸν στόμαχον καυστηριάζεσθαι εἴθισται, διὰ τὸ κεκάμφθαι πρὸς τὸ ἄκρον αὐτό. ἀλλ' οὔθ' ἡ καυτηρία οὔτε μὴν ἡ τοῦ ἀέρος ἐναλλαγὴ τῷ κάμνοντί τι ἐλυσιτέλησαν, ἠρέμα δὲ πρὸς τὸ τέλος ἐχώρει. οὔτε δὲ οἱ ἰατροὶ ἀπεγνῶσθαι αὐτῷ τὸ βιώσιμον ἔλεγον· καί τινες μοναχοὶ προὔλεγον αὐτῷ μὴ ἄλλως ἐκλιπεῖν εἰ μὴ πρότερον πρὸς Ἱερουσαλὴμ ἀφίκηται εἰς προσκύνησιν τοῦ ζωηφόρου τάφου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ὅπου καὶ τὸ διάδημα αὐτὸν ἀποθέσθαι μέλλειν ἐχρησμολόγουν. καὶ οἱ μὲν ταῦτα αὐτῷ ἐπηγγέλλοντο, ὁ δὲ τοῖς λεγομένοις ἐπίστευεν· ὃ γὰρ ἡμῖν πρὸς βουλῆς, τοῦτο ῥᾴδιον εἰς πίστιν καταγγελλόμενον. οὕτω δὲ κλεπτόμενος ἔλαθε τῷ τέλει προσεγγίσας τῆς βιοτῆς καὶ πρὸ τῆς εἰς Ἱερουσαλὴμ ἀφίξεως ἀποθέμενος, ἀλλ' οὐχ ἑκών, τὸ διάδημα, εἴη δ' εἰπεῖν πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐκδημήσας, τὴν τῶν πρωτοτόκων μητρόπολιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. πεντεκαιδεκάτην 761 μὲν ὁ Αὔγουστος ἦγε τῆς ἑνδεκάτης ἐπινεμήσεως καὶ τὰ τελευταῖα ἔπνει ὁ Αὔγουστος, καὶ ὁ μὲν ἔκειτο ἀναφέρων τὸ ἆσθμα πυκνόν τι καὶ ἀδρανές, ἡ δέ γε βασίλισσα ὅλη τοῦ πάθους ἦν καὶ συνῆκτο περὶ αὐτὴν τὰ θυγάτρια. ἤδη μὲν οὖν τῆς ἡμέρας παρεληλύθει τὸ πλέον καὶ ὁ ἥλιος οὐχ ὑπὲρ κεφαλῆς ἦν ἑστώς, οὐδ' οἷον εἰπεῖν κατὰ κάθετον, ἀλλ' ἐκλίνθη βραχύ τι κατιὼν πρὸς δυσμάς, καὶ δηλοῦται τῷ τοῦ βασιλέως υἱῷ καὶ βασιλεῖ ἐκλείπειν ἄρτι τὸν πατέρα. ὁ δ' εἰσῄει τὸν οἶκον, ἔνθαπερ ὁ θνήσκων κατέκειτο, οὔτι τὸν ἀπιόντα θρηνήσων, τὸ δὲ πιστὸν τοῦ θνήσκειν ἐκεῖνον τῇ ὄψει ληψόμενος. καὶ ἰδὼν αὐτίκα ἐξῆλθε καὶ ἀναβὰς τὸν ἵππον ἐξῄει τῶν Μαγγάνων σὺν τοῖς περὶ αὐτόν, ἐξιόντι δὲ πολλοὶ συνυπήχθησαν. ἄρτι δ' ἐξελθόντι τὸν τῶν Μαγγάνων περίβολον προσυπαντῶσιν οἱ Ἀβασγοί· οὗτοι δ' ἦσαν οἳ τῇ ἐξ Ἀβασγίας κομισθείσῃ παιδὶ καὶ νυμφευομένῃ τῷ μείζονι τῶν υἱέων τοῦ Καίσαρος ἐκεῖθεν συναπεστάλησαν, καὶ ὑπηντηκότες ἐπηλάλαξάν τε καὶ προσεκύνησαν. τότε φασὶ τὴν βασιλίδα τῷ θνήσκοντι βασιλεῖ περιπαθῶς ἀπαγγεῖλαι τὴν τοῦ υἱέος ἀπέλευσιν, τὸν δὲ φθέγ762 ξασθαι μὲν πρὸς τοῦτο μηδέν, ἢ μὴ