τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. (ῃερς. 275.) Τὸ δὲ, οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί. (ῃερς. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ. (ῃερς. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. (ῃερς. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα. (ῃερς. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. (ῃερς. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰ 2.180 βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. (ῃερς. 286.) Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος. (ῃερς. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ' οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. (ῃερς. 287.) ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. (ῃερς. 289.) Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. (ῃερς. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. (ῃερς. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. (ῃερς. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ'