205
προσφερόμενος, ἀλλ' ἐκ τοῦ ἴσου σχεδὸν ὁμιλῶν τε καὶ χαριεντιζόμενος. ὅθεν κἀκείνοις θαρρεῖν ἐπῄει καὶ οὐ μετὰ δέους αὐτῷ παρεστάναι, καὶ μᾶλλον ὅτ' ἀπῄει ἡ 766 βασίλισσα· ὑπεστέλλοντο γὰρ ἐκείνης παρούσης ἀρχικόν τε καὶ ἐμβριθὲς ἐνδεικνυμένης ἰδίωμα καὶ τοῖς ἀτακτοῦσιν ἐπιτιμώσης σφοδρότερον. Ὁ μὲν οὖν τοιοῦτος ἦν, ταῦτα δὲ καλὰ μὲν καὶ πῶς γὰρ οὔ; ἰδιώτῃ δ' ἀποχρῶντα πρὸς ἔπαινον, οὐ μήν γε καὶ βασιλέα δεικνύντα τὰ πάντα χρηστόν. οὐ γὰρ αἱ αὐταὶ βασιλέως καὶ ἰδιώτου γένοιντ' ἂν ἀρεταί· ἰδιώτῃ μὲν γὰρ ἀπόχρη καὶ μέτριον ἦθος καὶ ἐπιείκεια καὶ τὸ πρὸς θυμὸν οὐκ εὐκίνητον καὶ τὸ σῶφρον τὸ πρὸς τὴν δίαιταν. βασιλεῖ δὲ πρὸς τούτοις καὶ ἡ τῆς δικαιοσύνης φροντὶς καὶ ἡ τῶν ὑπηκόων προμήθεια καὶ ἡ τῶν παλαιῶν ἠθῶν τοῦ πολιτεύματος τήρησις. τῷ δὲ μέλημα μᾶλλον ἡ τῶν ἀρχαίων ἐθῶν γέγονε τῆς πολιτείας ἀλλοίωσις, καὶ τὸ μεταλλάξαι ταῦτα ἔργον ἦν αὐτῷ σπουδαιότατον, καὶ τοῖς πράγμασιν οὐχ ὡς κοινοῖς οὐδ' ὡς δημοσίοις ἐκέχρητο καὶ ἑαυτὸν οὐκ οἰκονόμον ἥγητο τούτων, ἀλλὰ δεσπότην, καὶ οἶκον οἰκεῖον ἐνόμιζε καὶ ὠνόμαζε τὰ βασίλεια. καὶ τοὺς τῆς συγκλήτου βουλῆς οὔτε τιμῆς ἧς ἐχρῆν ἠξίου οὔτε πρόνοιαν αὐτῶν ἐτίθετο κατὰ τὸ ἀνάλογον, μᾶλλον μέντοι καὶ ἔσπευσε ταπεινῶσαι τούτους. ἀλλ' οὐδ' ἐν ἅπασι τὴν 767 τῆς δικαιοσύνης ἦν τηρῶν ἀρετήν· ταύτης γὰρ ἴδιον τὸ τοῦ κατ' ἀξίαν ἑκάστῳ διανεμητικόν· ὁ δὲ τοῖς μὲν συγγενέσι καὶ τῶν θεραπόντων τισὶν ἁμάξαις ὅλαις παρεῖχε τὰ δημόσια χρήματα καὶ χορηγίας ἐκείνοις ἀδρὰς ἐτησίους ἀπένειμεν, ὡς καὶ πλοῦτον περιβαλέσθαι βαθὺν καὶ ὑπηρεσίαν ἑαυτοῖς ἀποτάξαι οὐκ ἰδιώταις, ἀλλὰ βασιλεῦσι κατάλληλον, καὶ οἴκους προσκτήσασθαι, μεγέθει μὲν πόλεσιν ἐοικότας, πολυτελείᾳ δὲ βασιλείων ἀπεοικότας οὐδέν· τοῖς δὲ λοιποῖς τῶν εὖ γεγονότων οὐχ ὁμοίαν ἐνεδείκνυτο τὴν προαίρεσιν, ἵνα μή τι ἕτερον φαῦλον ἐρῶ, φειδόμενος τοῦ ἀνδρός. βασιλέα μὲν οὖν, οἷον τὸ ἀκριβὲς ἀπαιτεῖ, οὐκ ἐῶσι τὰ εἰρημένα ἐκεῖνον νομίζεσθαι· ἀλλ' οὐδὲ μέντοι φαῦλον εἴποι τις τὸν Κομνηνὸν αὐτοκράτορα. εἰ δὲ τὴν ἄγαν ἀκρίβειαν ζητοίη τις ἐν τοῖς αὐτοκράτορσιν, οὐκ οἶμαί τινα τῶν ἀνέκαθεν τῆς Ῥωμαίων ἐπιβεβηκότων ἡγεμονίας ἐν πᾶσιν εὐδοκιμηκότα κριθήσεσθαι, ἀλλ' ἐκ τοῦ πλεονάζοντος ἐν τοῖς ἤθεσι σφῶν καὶ ταῖς πράξεσιν ἑκάστῳ ἡ πολιτεία κεχαρακτήρισται. ἀνέγκλητος γὰρ οὐδεὶς ἄν ποτε δόξαι οὐδ' ἀμιγὴς τῆς χείρονος ἕξεως· θειοτέρας γὰρ τοῦτο μοίρας, ἀλλ' οὐκ ἀνθρωπίνης εἴη ἄν ποτε φύσεως. 768 Ἐνταῦθά μοι τὸ πέρας ἤτω τῆς συγγραφῆς καὶ ὁ δρόμος στήτω τῆς ἱστορίας, ὅς μοι πρὸς μακρὸν ἐκμεμήκισται· δοῦναι γὰρ γραφῇ καὶ τὰ λείποντα οὔ μοι λυσιτελὲς οὐδ' εὔκαιρον κέκριται. εἰ μὲν οὖν ὀνήσιμόν τισι δόξει τὸ πόνημα, τῷ θεῷ χάρις, ᾧπερ ἅπαν κατορθοῦται καλόν· εἰ δὲ ἀσυντελές, εἴη ἂν ἡμέτερον τὸ αἰτίαμα καὶ ἐπιστρεφέτω πρός με τὸν τεκόντα τὸ ἀποκύημα, ἐσόμενόν μοι μνήμης ἐμπύρευμα.