μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, (ῃερς. 320.) εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν ∆όλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δ' ἂρ ἀθύρματα θυμῷ. ἀλλ' οὐδ' ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. (ῃερς. 325.) ἀλλ' ἥ γ' Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που ἐς λέσχην· ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετ' ὀλίγα κεῖται. (ῃερς. 332.) ἢ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ. διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον. (ῃερς. 307.) Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφ' ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. ∆ῆλον δὲ ὅτι ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρ' οἷς οἱ μὲν δομητοὶ βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται, ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες, ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφ' ὧν ἔκαιον. (ῃερς. 308.) Ξύλα δὲ κάγκανα τὰ ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη. (ῃερς. 309.) Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ. ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη ∆ωρικῶς, καὶ ἠὼς κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν λαμπάδων φωτὶ, ὑφ' οὗ καὶ ὄλλυται. ἀφ' οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν παράγονται, δεδήλωται ἀλλαχοῦ. (ῃερς. 315.) Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς στροφάλιγγος ἔχει διὰ τοῦ ˉο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα. (ῃερς. 316.) Εἴρια δὲ πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ ἠλάκατα 2.182 στροφαλίζειν, τὸ, εἴρια πέκειν χερσί. Καὶ ὅρα τὸ χερσὶν, ὡς τοῦ στροφαλίζειν προσεχῶς ἀτράκτοις συντελουμένου· ἢ καὶ ἑτέρως, τὸ χερσὶ πρὸς διαστολὴν τοῦ ἄλλως πέκειν εἴρηται. πέκονται γὰρ ἔρια καὶ κειρομένων προβάτων ποιμενικῶς. καὶ ἐκ τοῦ τοιούτου πέκειν καὶ ὁ πόκος εἴρηται. καὶ αἶγες δὲ, ὧν εὐγενὲς τὸ ἔριον, ἐργαλείῳ τινὶ ἑτεροίῳ πέκονται. (ῃερς. 317.) Τὸ δὲ, φάος πᾶσι παρέξω, ἀντὶ τοῦ ἐγγὺς ἕξω· οὗ ἐναντίον ἐδηλώθη τὸ ἀφέξω ἀντὶ τοῦ παρεκτὸς σχήσω. (ῃερς. 315.) Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλ' ἀχθομένης ἐπ' αὐταῖς. (ῃερς. 319.) Πολυτλήμων δὲ καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μάλα, οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι, τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ