τάλανος. Ὀδυσσεὺς οὖν τλήμων μὲν εἶναι ὁμολογεῖ, τάλας δὲ οὐκ ἂν εἶναι εἴπῃ, εἰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἐτυμολογεῖται ἄμφω ῥήματα. οὕτω καὶ τὸ συμφέρον καὶ ἡ συμφορὰ ἐκ τοῦ αὐτοῦ παραγόμενα ῥήματος διάφορον σημασίαν ἔχουσι· καὶ ὁ πανοῦργος καὶ παντουργὸς παρά γε τοῖς ὕστερον. Σοφοκλῆς γὰρ καὶ τὸν παντουργὸν εἰς ταυτὸν ἄγει τῷ πανούργῳ εἰπών· ἀνδρὶ παντουργῷ φρένας. καὶ ἡ στήλη δὲ καὶ ὁ στύλος, εἰ καὶ γίνονται ἀπὸ τοῦ αὐτοῦ, ἀλλ' οὐ ταυτά εἰσι. (ῃερς. 321.) Τὸ δὲ, αἰσχρῶς ἐνένιπε, ταυτόν ἐστι τῷ, ἐνένιπεν ὀνειδείοις ἔπεσσι. (ῃερς. 322.) Τοῦ δὲ, κόμισε Πηνελόπεια, ἑρμηνεία τὸ, παῖδα δὲ ὣς ἀτίταλλεν. ἔνθα ὅρα καὶ ὡς οὐδέν τι δύναται πρὸς ἀγεννῆ ἄνθρωπον τὸ θρεφθῆναι καλῶς. καὶ γὰρ ἡ δούλη Μελανθὼ παιδὸς δίκην κομισθεῖσα τῇ δεσποίνῃ οὐκ ἔχε πένθος αὐτῆς ἐνὶ φρεσὶν, ἤγουν οὐκ ἐλυπεῖτο κατ' ἐκείνην. οὐ γὰρ τὸ δεσποτικὸν πένθος ὡς πένθος εἶχεν, ἀλλὰ γαμήλια ἐπανηγύριζε δι' αὐτοῦ. Ἀθύρματα δὲ κατὰ τοὺς παλαιοὺς παίγνια, σκιρτήματα, παρὰ τὸ ἄγαν θύειν, ὅ ἐστιν ὁρμᾶν, κατὰ πρόθεσίν, φασι, τοῦ ῥῶ, ὁμοίως τῷ, ἄϊδις ἄϊδρις. (ῃερς. 325.) Τὸ δὲ, μιγέσκετο καὶ φιλέεσκεν, ὅμοιόν τί ἐστι τῷ, μίγη φιλότητι καὶ εὐνῇ. (ῃερς. 327.) Τὸ δὲ ξεῖνε ἴσως ἐπὶ ὕβρει φησὶν ἡ Μελανθὼ, ὡς εἴ περ εἶπεν, ὦ πλανῆτα, ὦ ἀλλότριε. Πεπαταγμένος δὲ φρένας ὁ ἐκπεπληγμένος καὶ ἐμβρόντητος, ὁποῖοι πολλοὶ ἀπὸ πατάγων, ὅ ἐστι κτύπων γίνονται, ὡς καὶ πρὸ ὀλίγων ἐλέγετο. ∆ῆλον δὲ ὅτι ἐκ τοῦ πάτου καὶ τοῦ πατεῖν τὸ πατάσσειν γίνεται, ἀφ' οὗ ὄνομα ῥηματικὸν ὁ πάταγος. (ῃερς. 328.) Χαλκήϊος δὲ δόμος τὸ τῶν χαλκέων ἐργαστήριον, ἔνθα εἰσιόντες ἀκωλύτως πτωχοὶ ἐκοιμῶντο παρὰ τῷ πυρί· ὃ δὴ καὶ ἐν τοῖς βαλανείοις ἐγίνετο, καθὰ δηλοῖ καὶ ὁ κωμικός. ἐγγὺς δέ πώς ἐστιν ἡ Μελανθὼ τοῦ κατὰ τὸν Ἶρον σκώμματος. ὁ μὲν γὰρ γρηῒ καμινοῖ τὸν ξένον εἴκασεν· αὕτη δὲ ἀξιοῖ καμίνου χαλκευτικῆς ἐγγὺς αὐτὸν κεῖσθαι, καί πως λέγει, ὡς εἰ μὲν ῥιγώσας ἔχεις, τί σοι ὄφελος τοῦ τῶν λαμπτήρων πυρός; ἄπελθε εἰς τὸ χαλκεῖον· εἰ δὲ ὁμιλεῖν ἀνδράσι βούλει, οὐδέν σοι καὶ τοῖς ἥρωσι μνηστῆρσι, δέον εἰς τὴν λέσχην εἰσφρῆσαι κἀκεῖ τοῖς ὁμοίοις ὁμιλεῖν. ἦν δὲ λέσχη δημόσιον ἀθύρωτον οἴκημα, ἔνθα οἱ ἐπαῖται συναγόμενοι ὡς λέχος τὸ αὐτὸ εἶχον καὶ ἐλέσχαινον δὲ, ὅ ἐστιν ὡμίλουν, τὰ δοκοῦντα δηλαδὴ αὐτοῖς. μέμνηται δὲ τούτων καὶ Ἡσίοδος ἐν τῷ, πὰρ δ' ἴθι χάλκεόν τε θῶκον καὶ ἐπ' ἀλέᾳ λέσχην. ἣ καὶ παρὰ τὸ λέσχος λέγεται καὶ παρὰ τὸ λεσχαίνειν, ἀφ' οὗ καὶ τὸ ἀδολεσχεῖν καὶ ὁ ἀδόλεσχος. (ῃερς. 329.) Τὸ δὲ, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις, ὡς πρὸς τὸν χαλκήϊον δόμον καὶ τὴν λέσχην ἔφη, ὡς ἐκεῖ δέον ὂν καὶ μὴ ἐνθάδε πόλλ' ἀγορεύειν πολλοῖσι μετ' ἀνδράσιν, ὅ ἐστιν ἐν ἀνδρείοις, οὐ μὴν πτωχοῖς κατὰ τοὺς ἐν τῷ χαλκείῳ καὶ τῇ λέσχῃ. καὶ ἄλλως δὲ ὁ λόγος τῆς δούλης ἔχει τι ἀστεῖον ἐν τῷ, μετ' ἀνδράσι. χρεὼν γὰρ ὂν αἰδεῖσθαι αὐτὴν ἀναμισγομένην ἀνδράσιν, ἡ δὲ τῷ ξείνῳ περιτρέπει τὸ ὄνειδος. (ῃερς. 331.) Τὸ δὲ, οἶνός σ' ἔχει, ἀρχή ἐστι τοῦ κάτοχόν τινα οἴνῳ λέγεσθαι. ἔστι δὲ τὸ, οἶνός σε ἔχει, περίφρασις τοῦ μεθύεις. οὕτω δὲ καὶ ὁ θυμούμενος θυμῷ ἔχεσθαι λέγεται. τὸ δὲ ὅμοιον καὶ ἐπὶ μανίας καὶ ἔρωτος καὶ ἑτέρων παθῶν. (ῃερς. 332.) Μεταμώνια δὲ πόθεν τε γίνεται καὶ τί δηλοῖ, προεγράφη. ποιητικὴ δὲ καὶ αὐτὴ λέξις. (ῃερς. 333.) Τὸ δὲ ἀλύεις ἀντὶ τοῦ ἐκλέλυσαι τῇ χαρᾷ. καὶ πολλὴ χρῆσις τούτου καὶ παρὰ Πλουτάρχῳ. εἴρηται δὲ καὶ ἀλλαχοῦ περὶ τῆς λέξεως ταύτης ὅσα ἐχρῆν. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀδημονίας ἡ λέξις κεῖται, καὶ μάλιστα παρὰ τοῖς ὕστερον, ὡς ἀπὸ τοῦ ἐκλύειν. ἄλις γὰρ ἐντεῦθεν ἡ ἀδημονία, καὶ, ὡς οἱ παλαιοί φασιν, ἄλη, ῥυπασμὸς, καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. Τὸ δὲ, ἀλύεις μετὰ τοῦ ἀλήτου, ἔοικε παρηχεῖν, εἰ καὶ τὸ μὲν ἐν ἀρχῇ στίχου κεῖται, τὸ δὲ ἐν τῷ τέλει. (ῃερς. 335.) Τὸ δὲ, ἀμφὶ κάρη κεκοπὼς ἤτοι πλήξας, ὡς πρὸς τὸ τοῦ Ἴρου πάθος ἡ δούλη ἀνάγει, ὃν οὕτω πλήξας ὁ Ὀδυσσεὺς παρέλυσε τοῦ 2.183 θρασύνεσθαι. (ῃερς. 336.) Τὸ δὲ, φορύξας αἵματι, ταυτὸν τῷ φύρσας, ὃ προγέγραπται. ἴσως δὲ καὶ πρωτότυπον τοῦτο ἐκείνου. φορῶ γὰρ φορύω, ἐξ οὗ παράγωγον τὸ φορύσσω. τὸ δὲ φορύω συγκοπὴν παθὸν καὶ μετατεθὲν φύρω γίνεται. οὗ ὁ μέλλων