ὀφθαλμοὶ πρός τινων ἐκαλοῦντο. καὶ ῥητέον, ὡς οὐδὲν κωλύει καὶ τὸν Ὀδυσσέα, φαίνοντα τοῖς μνηστῆρσιν, οὕτω κληθῆναι. (ῃερς. 355.) Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τριῶν τούτων ταυτοδυνάμων ὄντων, κεφαλῆς, κορυφῆς καὶ κρανίου, κεφαλῆς μὲν ῥῆμα τὸ κεφαλαιώσασθαι, κοινὸν αὐτὸ καὶ γνώριμον, κορυφῆς δὲ τὸ κορυφῶσαι, οὗ χρῆσις καὶ παρ' Ἡσιόδῳ, κρανίου δὲ ἄλλοτι 2.184 παρὰ ταῦτˉα, τὸ ἀποκρανίζειν ἤγουν ἀποκόπτειν τὴν κεφαλήν. ἀπεκράνιζε γάρ φησιν ἐκεῖνος τὸ, τῆς κάρας ἀπεχώρισε. Λογιστέον δὲ καὶ ὡς ἐκ τῆς Ὀδυσσειακῆς εὐμεθόδου σιλλογραφίας, ὅπῃ παρήκοι παραμιγνύσης ἀστεῖα τοῖς σπουδαίοις, εἰκὸς ἐπινοηθῆναι τοῖς ὕστερον τὴν σατυρικὴν ποίησιν. ἧς τὴν μέθοδον παραδηλοῖ ὁ μέχρι νῦν εὑρισκόμενος Εὐριπίδειος Κύκλωψ. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς σατυρικοῦ ἴδιον τὸ μέσον εἶναι τραγικοῦ καὶ κωμικοῦ. ὃ δὴ προκατάρξας ὑπέδειξεν Ὅμηρος, ἡρωϊκῇ σεμνότητι καὶ ἐμβριθείᾳ παραμιγνὺς εὐτράπελον γαληνότητα. (ῃερς. 357.) εἶτα Εὐρύμαχος, πρὸς τὸν Ὀδυσσέα στρέψας τὸν λόγον, φησί· ξεῖνε, ἦ ἄρ κ' ἐθέλεις θητευέμεν, εἴ σε ἀνελοίμην, ἀγροῦ ἐπ' ἐσχατιῆς, (ῃερς. 358.) μισθὸς δέ τοι ἄρκιος ἔσται ὁ ῥηθησόμενος, αἱμασιάς τε λέγων καὶ δένδρα μακρὰ φυτεύων, ἔνθα κ' ἐγὼ (ῃερς. 360.) σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἰς μισθὸν δηλαδή· εἵματα δ' ἀμφιέσαιμι, (ῃερς. 361.) ποσίν θ' ὑποδήματα δοίην. οἰκονομικὰ δὴ ταῦτα. εἶτα λέγει, ὃ δὴ πρὸ αὐτοῦ καὶ Μελάνθιος· (ῃερς. 362.) ἀλλ' ἐπεὶ κακὰ ἔργα ἔμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι καὶ ἑξῆς. (ῃερς. 366.) πρὸς ἅ περ, θυμοδακὴς γὰρ ὁ μῦθος καὶ οἷος ἥρωα ἐποτρύνειν ἀκούοντα, λέγει Ὀδυσσεύς· Εὐρύμαχε, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο τοῦ κατὰ γεωργίαν γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλιστα κνέφαος, ποίη δὲ παρείη. εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνὸν, τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ, τῷ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυία, τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδ' ἄν μοι τὴν γαστέρα ὀνειδίζων ἀγορεύοις, κατὰ τὸν σὸν δηλαδὴ κηδεστὴν Μελάνθιον, ὃς καὶ αὐτὸς τοιαῦτά μοί τινα ὠνείδισε. (ῃερς. 371.) καὶ ταῦτα μὲν ἴσως Ὀδυσσεὺς ἀκαίρως εἶπεν, ἐκ τοῦ ταπεινοῦ δρεπάνου μεταβὰς εἰς ἄροτρον καὶ ἀπ' αὐτοῦ εἰς ξίφη, καὶ ὑπολαλήσας ὑποθετικῷ σχήματι ἀνυπόπτως καθάπερ αὐτὰ, οὕτω καὶ τὴν εἰσαύριον μάχην. τί γὰρ σήμερον, ὃ δὴ λέγεται, τί δὲ αὔριον; (ῃερς. 377.) ἐν οἷς καὶ τὸν υἱὸν εὐφυῶς ἀναμιμνήσκει, τίνων χρῄζει, ὅτι δηλαδὴ σάκεος καὶ δούρων καὶ κυνέης. ἐπεὶ καὶ φθάσας παρήγγειλεν αὐτῷ, τὰ μὲν ἄλλα τῶν ὅπλων κατακρύψαι, δύο δὲ φάσγανα καὶ δύο δοῦρε καὶ δοιὰ βοάγρια ἑλέσθαι αὑτῷ τε καὶ τῷ πατρί. (ῃερς. 381.) ἐπὶ δὲ τούτοις αὐστηρότερον τῷ Εὐρυμάχῳ προσφερόμενος κατὰ τὴν, ὡς ἐῤῥέθη, ἐν αὐτῷ Ἀθηνᾶν φησίν· ἀλλὰ μάλ' ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιὸς (ῃερς. 383.) οὕνεκα παρὰ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ὃ δὴ καλόν ἐστιν εἰς σκῶμμα ἀνδρὸς, ὃς ἐν μικροῖς τισὶ μέγας εἶναι δοκεῖ. εἰ δ' Ὀδυσσεύς, φησιν, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλ' ἐόντα φεύγοντι στείνοιτο δι' ἐκ μεγάροιο θύραζε. αἴτιον δὲ ὁ φόβος, ὃς παράγων τοὺς πόδας ὧδε καὶ ἐκεῖ οὐκ ἐᾷ κατευστοχῆσαι τῆς ἐξόδου εἰς ὀρθόν. εἰκὸς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐσκοτομένους φόβῳ τοιαύτην ἀστοχίαν ποιεῖν. ὅμοιον δὴ πάθος τοῦτο, καθὰ εἰ καὶ τοξότης ἄτεχνος ἀποτυγχάνει σκοποῦ, εἰ καὶ μέγας ἐστὶν ὁ σκοπός. πάνυ γοῦν καὶ ἀστεῖος ὁ τοῦ ξείνου ῥήτορος λόγος καὶ πικρός, (ῃερς. 387.) ἐφ' οἷς χολώσατο κηρόθι μᾶλλον Εὐρύμαχος, καί μιν ὑπόδρα ἰδὼν, ἆ δειλέ, φησι, ἦ τάχα τοι τελέω κακὸν, οἷ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας καὶ ἑξῆς, ὡς ἡ Μελανθὼ ἔφη, ἀφ' ἧς αὐτὸς τὴν ὕβριν