ταύτης προικοφορεῖται, καὶ ἅμα εἰπὼν σφέλας ἔλαβεν, ὡς καὶ πρὸ αὐτοῦ ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ δείσας Εὐρύμαχον. (ῃερς. 395.) Ἀμφινόμου πρὸςγοῦνα καθέζετο ∆ουλιχιῆος, ὃς ἀγαθαῖς φρεσὶ κεχρῆσθαι μεμαρτύρεται. (ῃερς. 396.) ὁ δ' ἂρ οἰνοχόον βάλε χεῖρα δεξιτερήν. ποικιλίας Ὁμηρικῆς καὶ τοῦτο μεθόδευμα, ἵνα μὴ ἀεὶ κατὰ τοῦ αὐτοῦ εὐτυχοῖντο αἱ βολαί. βληθέντος δὲ οὕτω τοῦ οἰνοχόου εὐτυχῶς τε τῷ Ὀδυσσεῖ καὶ μὴν καὶ δεόντως, τί γὰρ εἰς μέθην ἐκίρνα; πρόχοος μὲν χαμαὶ βόμβησε πεσοῦσα. αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Καὶ ὅρα, οἵαν βολὴν ἐκπέφευγεν Ὀδυσσεύς. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 357.) Ἐν δὲ τῷ, εἴ σ' ἀνελοίμην, περιττὴ συνήθως ἡ ἀνˉα πρόθεσις, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, ἄναγον τὸν Ἶρον. κυρίως μέντοι ἀνελέσθαι τὸ κάτωθέν τι λαβεῖν, ὃ διάφορόν ἐστι πρὸς τὸ καθελεῖν. (ῃερς. 358.) Τοῦ δὲ μισθὸς οὐ μόνον ῥῆμα προῆκται τὸ μισθῶ, μισθώσω, ἀλλὰ καὶ μισθάριον καθ' ὑποκορισμὸν, 2.185 οὗ χρῆσις καὶ ἐν τοῖς τοῦ Σουΐδα. τοῦ δὲ μισθώσασθαι παράγωγον μισθωτὸς ὁ καὶ μίσθιος. Αἱμασιὰ δὲ κατὰ τοὺς παλαιοὺς τειχίον ἐκ χαλίκων ὅμοιον φραγμῷ. καὶ ἄλλως δὲ κατὰ τοὺς αὐτοὺς, ἐκ χαλίκων οἰκοδομὴ, τειχίον, θριγκός. Αἴλιος δὲ ∆ιονύσιος εἰπὼν καὶ αὐτὸς, ὅτι αἱμασιὰ τὸ ἀπὸ χαλίκων τειχίον, ἐπάγει· ἥν τινες καὶ ἄρπεζον, ὡς καὶ Ἴωνες. δηλοῖ δέ, φησι, τοῦτο καὶ Ἡρόδοτος. ἀλλαχοῦ δὲ φέρεται καὶ ὅτι αἱμασιὰν Ἀττικοὶ καὶ Ἴωνες τὸ τειχίον φασί. τὸ δὲ ἔδαφος αὐτὸ ∆ωριέας οἶμαι καλεῖν· καὶ ὅτι αἵμους τοὺς δρόμους Αἰσχύλος λέγει· ἴσως, φασὶν, ἀπὸ τοῦ αὐτοῦ, ἀφ' οὗ καὶ ἡ αἱμασιὰ κέκληται. χρῆσις δὲ τῆς λέξεως καὶ παρὰ Ἡροδότῳ ἐν τῷ, αἱμασιὰν περιέβαλον κυκλοτερῆ, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς ὀμφαλόν. ἦν δὲ περιῳκοδομημένη. ὁ δὲ Θρᾳκικὸς παραφραστὴς λίθους ἡρμήνευσε τὰς αἱμασιὰς, εἰπών· φυτεύων καὶ τοὺς λίθους ἐκλέγων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ ἐξ ἀκανθῶν ποτὲ ἡ αἱμασιὰ οὖσα ἐκεῖθεν σχεῖν τοὔνομα παρὰ τὸ αἱμάσσειν. καὶ παρέμεινεν ἡ κλῆσις ἐκείνη καὶ ὕστερον τοῖς ἐκ χαλίκων κτίσμασι, καθὰ σὺν ἄλλαις πολλαῖς ὁμοιότησι καὶ τοῖς βιβλίοις ὁ πύξος ἐνέμεινε διὰ τὸ πάλαι ποτὲ πυξία κυρίως αὐτὰ εἶναι· καὶ τῇ τοῦ τόξου δὲ νευρᾷ διὰ τὴν ἐκ νεύρων πάλαι ποτὲ χρῆσιν ἡ κλῆσις ἔνεστιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, περιθέει αἱμασιὰ ἐγγεγλυμμένη τύποις, οὐ μόνον οὐκ ἐξ ἀκανθῶν ὕστερον ἡ αἱμασιὰ, ἀλλ' οὐδὲ ἀπὸ χαλίκων, λογάδων δέ τινων, ὡς εἰκὸς, λίθων ποιούντων γλύφεσθαι. ∆ένδρεα δὲ μακρὰ, οὐ τὰ τοιαῦτα ὄντα ἐν τῷ φυτεύεσθαι, ἀλλ' ὕστερον. Πάρισα δὲ καίρια καὶ φυσικὰ τὸ, αἱμασιάς τε λέγων, ὅ ἐστι συνάγων, καὶ δένδρεα φυτεύων. ἐκ δὲ τοῦ τοιούτου λέγειν καὶ οἱ λογάδες λίθοι παράγονται. Τὸ δὲ, λέγων καὶ φυτεύων, ἐσχημάτισται δι' ὑπερβατοῦ. ἄλλως γὰρ πρὸς τὸ, μισθὸς δέ τοι ἔσται, λέγοντι ὤφειλεν εἶναι καὶ φυτεύοντι. (ῃερς. 361.) Τὰ δὲ πέδιλα ὑποδήματα συνήθως εἶπε, θαῤῥήσας συνθεῖναι τὴν λέξιν ἐκ τοῦ, ποσὶ δ' ὑπὸ λιπαροῖς ἐδήσατο πέδιλα. (ῃερς. 366.) Τὸ δὲ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο, καὶ τὸ, εἰ δ' αὖ κε βόες εἶεν, καὶ τὸ, εἰ δ' αὖ κε πόλεμόν ποθεν, ὑποθετικῶς, ὡς ἐγράφη, ἀναγνωστέον καὶ οὐκ εὐκτικῶς. ἄλλως γὰρ ἀλόγιστον οὕτω νῦν εὔξασθαι. (ῃερς. 367.) Τὸ δὲ, ὥρῃ ἐν εἰαρινῇ, ἐντελῶς κἀνταῦθα εἴρηται, ὡς καὶ ἐν τῇ Ἰλιάδι. ἐν δέ γε τῷ, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, λείπει τὸ εἰαρινῇ. ∆ῆλον δὲ, ὅτι τοῦ εἶαρ, ὅθεν τὸ εἰαρινῇ, προϋπάρχει τὸ ἔαρ, καθὰ καὶ τοῦ ὄνειαρ καὶ εἶδαρ τὸ ὄνεαρ καὶ τὸ ἔδαρ. Ἰστέον δὲ καὶ ὅτι Ὀππιανὸς μὲν καὶ τὸ αἷμα ἔαρ ἔφη διὰ μόνου τοῦ ˉε ψιλοῦ. ἕτερος δέ τις διὰ τῆς εˉι διφθόγγου ὁμοίως τῷ αὐτῷ, ἔνθα περὶ ληστηρίου γράφει τὸ, ᾗχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθωσι. (ῃερς. 368.) ∆ρέπανον δὲ εὐκαμπὲς, ὡς ἀπὸ μέρους τῆς καμπῆς, τὸ διόλου ἔντεχνον. Τὸ δὲ, καὶ σὺ τοῖον ἔχοις, διὰ τὸ ἀναμφήριστον κεῖται τοῦ ἔργου, ἵνα οὕτω φανείη καὶ ὁ ἀγαθὸς ἐργάτης καὶ ὁ μὴ τοιοῦτος. ἡ γὰρ τῶν ἐργαλείων ἀνομοιότης ἐμποδὼν αὐτοῖς πρὸς τὴν ἐν ἔργοις ἰσότητα. (ῃερς. 370.) Τὸ δὲ, νήστιες καὶ τὸ ἄχρι μάλα κνέφαος ἤγουν ἄχρι βαθείας ἑσπέρας, φερεπονίας ἔλεγχος. Ὅτι δὲ νῆστις οὐ μόνον ὁ ἄγευστος σίτου, ἀλλὰ καὶ ἔντερον μεταξὺ κοιλίας καὶ στομάχου, καθωμίληται. Τὸ δὲ,