προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων. (ῃερς. 401.) Ὅτι οὕτω θρασὺ πρᾶγμα πεποίηκεν ὁ Εὐρύμαχος, ὡς καὶ τοὺς ὁμοίους αὐτῷ ὑβριστὰς δυσχεράναι, καὶ ὅμως ἀνέχεται Ὀδυσσεὺς, καὶ ὁ Τηλέμαχος δὲ, ἵνα μὴ πρὸ καιροῦ ἐγχειρήσαντες ἔργῳ δυσπραγήσωσι. καὶ λαλεῖ μέν τι ὁ Τηλέμαχος ὑποπίκρως, παραμίγνυσι δέ τι καὶ ἐπιεικείας εὐθύς. λέγει γοῦν ὁ ποιητὴς οὕτως· αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι, πρὶν ἐλθεῖν, τῶ κεν οὔ τι τόσον κέλαδον μεθέηκεν, ἤγουν οὐκ ἂν τοσοῦτον θόρυβον ἐνῆκεν ἡμῖν. νῦν δὲ περὶ πτωχῷ ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. καὶ οὕτω μέν τις εἶπεν ἂν καραδοκῶν αὐτόθι ὀλέσθαι τὸν Ὀδυσσέα καὶ διατοῦτο εὐχόμενος ἄλλοθι αὐτὸν τοῦτο παθεῖν. (ῃερς. 406.) Τηλέμαχος δὲ, δαιμόνιοι μαίνεσθέ, φησι, καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεὸς δὴ ὑμᾶς ὀροθύνει· (ῃερς. 408.) ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδε ἰόντες, ὁππότε θυμὸς ἄνωγε. διώκω δὲ οὔ τινα ἔγωγε· ὅ περ ἀγαθοῦ ξενοδόχου λόγος, ὥς περ ἐλεεινολογία ἐπί τινι δυστυχῶς νοστήσαντι, τὸ, αἴθ' ὤφελλ' ὁ ξεῖνος καὶ ἑξῆς ὡς ἀνωτέρω γέγραπται. (ῃερς. 414.) δικαιολογίας δὲ ἀναντιῤῥήτου παραστατικὸν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι, ὅ περ ἐφ' οἷς καλῶς ἐλάλησεν ὁ Τηλέμαχος, ἐπικριτικῶς φησὶν ὁ Ἀμφίνομος, οἷα τοῦ πρόσφυγος ξείνου ὑπερλαλῶν. διὸ καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν μήτε τινὰ ἄλλον δμώων Ὀδυσσέως. εἶτα συμβουλευσάμενος καὶ περὶ σπονδῆς καὶ ὕπνου πείθει· (ῃερς. 422.) πᾶσιν ἑαδότα μῦθον εἰπὼν, ἤγουν ἀρέσκοντα, ὡς πολλαχοῦ εἴρηται. (ῃερς. 406.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα, ἀστείως ἐῤῥέθη διὰ τὸ τοὺς μνηστῆρας μὴ κρύπτειν, ἀλλ' ἐκφαίνειν, ὡς οἱ ἐξεμοῦντες τὰ ἐντὸς, οὕτω καὶ αὐτοὺς, ὅ περ εἶχον ἔνδον βούλευμα, τὸ τὸν ξένον δηλαδὴ, ὡς ἐῤῥέθη, αὐτόθι ὀλέσθαι. ὡς ἐπὶ ἐμέτου γοῦν εἰπὼν τὸ, οὐ κεύθετε βρωτὺν οὐδὲ ποτῆτα, νοεῖν ἀφίησιν αὐτὸ ἐπὶ τοῦ κατὰ ψυχὴν βουλεύματος, προσθεὶς τὸ, θυμῷ. ἔφη γὰρ, οὐκέτι 2.187 κεύθετε θυμῷ, οὗ περ ἀνάπαλιν τὸ, οὐκέτι κεύθετε γαστρί. (ῃερς. 407.) Τὸ δὲ, θεός νύ τις ὔμμ' ὀροθύνει, ἐπιτυχῶς εἶπεν ὁ παῖς. Ἀθηνᾶ γὰρ αὐτοὺς ὀροθύνει, ὡς φθάσας ἐδήλωσεν ὁ ποιητής. (ῃερς. 416.) Ἐν δὲ τῷ, μή τέ τιν' ἄλλον δμώων, τὸ ἄλλον, οὐ πρὸς διαστολὴν ὁμογενοῦς ἐῤῥέθη, ὡς εἴ τις εἴπῃ μήτε τοῦτον δοῦλον ὄντα μήτε ἄλλον τινὰ δμώων, ἀλλὰ πρὸς ἑτεροιότητα τύχης, ἵνα λέγῃ, ὅτι μήτε τὸν ἐλεύθερον ξένον τοῦτον στυφελίζετε, μήτε ἄλλον, ἤγουν τύχης ἄλλης ὄντα, ὁποῖοι οἱ τοῦ Ὀδυσσέως δμῶες. (ῃερς. 423.) Ὅτι τὸν κήρυκα Μούλιον, ὃς θεράπων ἦν Ἀμφινόμοιο, ἥρωακαλέσας ὁ ποιητὴς ἐμφαίνει ἀδιαφορίαν κἀνταῦθα τοῦ ἥρως ὀνόματος, ὡς μὴ μόνον ἐπὶ πάνυ μεγάλων ἀνδρῶν ἀλλὰ καὶ ἐπὶ θεραπόντων λεγομένου, καθά που καὶ κρείων ὁ Ἐτεωνεὺς ἐλέχθη καὶ ὄρχαμος ἀνδρῶν ὁ Εὔμαιος. παρὰ τὸ μολεῖν δὲ ὁ Μούλιος Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ, καθὰ καὶ ὁ τοῦ κωμικοῦ Μόλων καὶ οἱ μολίονες. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑΣ. Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ δι' οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίπτουσαν. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. Ο∆ΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙ∆ΙΑ. Ὅτι Ὀδυσσέως καὶ Πηνελόπης ὁμιλία καὶ ὑπὸ Εὐρυκλείας ἀναγνωρισμὸς ἡ ἀνὰ χεῖρας ἐπιγράφεται ῥαψῳδία διὰ τὸ κατ' αὐτὴν πλασθῆναι ταῦτα γενέσθαι. (ῃερς. 1.) Ὅτι τῶν μνηστήρων ὑποχωρησάντων ἑκάστου εἰς τὰ οἰκεῖα καὶ τῶν δμωΐδων κατεπτοημένων, οἷς Ὀδυσσεὺς αὐτὰς ἀπειλησάμενος ἐξεθρόησεν, ὑπελείπετο Ὀδυσσεὺς ἐν μεγάρῳ, μνηστῆρσι φόνον σὺν Ἀθηνᾷ μερμηρίζων. (ῃερς. 2.) ἀγαθὴ γὰρ ἐν νυκτὶ βουλὴ κατὰ παροιμίαν· ὅθεν καὶ εὐφρόνη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, λέγεται ἡ νύξ. καὶ τέως πρὸ τῶν ἄλλων κατατίθενται ἔσω τὰ πρόχειρα ὅπλα ὁ ξεῖνός τε πτωχὸς καὶ ὁ Τηλέμαχος καὶ ἡ γραῦς Εὐρύκλεια. (ῃερς.