4.) ἔνθα καὶ στίχους Ὀδυσσεὺς αὐτοὺς ἐκείνους ἀπαραλλάκτως λέγει, οὓς καὶ ἐν τῇ ˉπ ῥαψῳδίᾳ περὶ τῶν ὅπλων τῷ Τηλεμάχῳ ἔφη, ἀρξάμενος οὕτω· Τηλέμαχε, χρὴ τεύχε' Ἀρήϊα κατθέμεν εἴσω πάντα μάλα· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι παρφάσασθαι, καὶ ἑξῆς τοὺς ὀκτὼ στίχους ἐκείνους ἕως τοῦ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἔνθα καὶ κεῖται πρὸ ἑνὸς ἑκάστου στίχου ἀστερίσκος δίχα ὀβελοῦ, ὡς ἐνταῦθα τῶν τοιούτων στίχων ἄριστα κειμένων, καὶ οἷον ἀστέρος δίκην λαμπόντων, οὐ μὴν ἐκεῖ, ὡς ἐπικρίνουσιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι τότε μὲν ἔφη Ὀδυσσεὺς τῷ Τηλεμάχῳ, ὅτι νεύσει μὲν αὐτὸς τῇ κεφαλῇ, ὁ δὲ Τηλέμαχος νοήσας μεταθήσει τὰ ὅπλα· ἐνταῦθα δὲ τοῦ καιροῦ διδόντος ἄδειαν οὐ νεύει κεφαλῇ, λαλεῖ δὲ τὸ ποιητέον· μετ' ὀλίγα δὲ καὶ συμπράξει, διδάσκοντος τοῦ ποιητοῦ καὶ νῦν, ὡς πολλάκις ἄλλως ἡμῶν προβουλευσαμένων ἄλλως ἐκβαίνει τὰ πράγματα. (ῃερς. 16.) Ὅτι ἐς τοσοῦτον αἱ δμωαὶ τοῦ Ὀδυσσέως ἄπιστοι, ὥς τε οὐκ ἔχει ὁ Τηλέμαχος καταθέσθαι τὰ ὅπλα ἐν ἀσφαλεῖ, εἰ μὴ λάθοι αὐτὰς πρὸς τὸ μὴ ἐξειπεῖν, δηλαδὴ τοῖς μνηστῆρσι. δικαίως ἄρα ὕστερον κολασθήσονται. φησὶ γοῦν ὁ Τηλέμαχος· μαῖα, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς καλὰ, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει, ἤγουν ἀφανίζει, πατρὸς ἀποιχομένοιο· ἐγὼ δ' ἔτι νήπιος ἦα. νῦν δ' ἐθέλω καταθέσθαι, ἵνα οὐ πυρὸς ἵξεται ἀϋτμὴ, τουτέστι καπνὸς, ὡς προγέγραπται. (ῃερς. 20.) Ὅρα δὲ ὅτι πρὸ ὀλίγων τεύχεα καταθέμεν εἰπὼν ἐνεργητικῶς ἀντὶ τοῦ καταθεῖναι, νῦν παθητικῶς καταθέσθαι τὸ αὐτό φησιν ἀκολούθως τῷ, ἐς θάλαμον καταθείομαι. (ῃερς. 18.) Τὸ δὲ, ἔντεα καλὰ, πρὸς διαστολὴν κεῖται τῆς αἰσχρίας, ἣν ἐκ τοῦ καπνοῦ ἔπασχον. ἀκηδέα δὲ καὶ νῦν τὰ ἠμελημένα. (ῃερς. 20.) Τὸ δὲ, καπνὸς ἀμέρδει, ἀντὶ τοῦ σκοτίζει, στερίσκει τοῦ μέρδειν, ὅ ἐστι λάμπειν, ὡς 2.188 ἐντεῦθεν μηδὲ καλὰ εἶναι αὐτὰ, ἀλλὰ κατῃκίσθαι, ὡς προείρηται. Ὅρα δὲ ὅπως ὁ ῥήτωρ νεανίας τὴν ἔννοιαν, ἣν ὁ πατὴρ αὐτῷ περὶ τῶν ὅπλων ὑπέθετο, ἐν ἐπιτόμῳ καὶ πάντῃ ὀλιγίστῳ παραφράσας τῇ μαίᾳ εἶπε, μὴ πλατύνας κατὰ τὸν Ὀδυσσέα ῥητορικῶς, ὅτι μηδὲ ἦν ἀναγκαῖον. (ῃερς. 22.) Ὅτι εὐχὴ ἀπὸ φίλου τινὸς γέροντος πρός τινα τῶν οἰκείων ἀμελοῦντα τὸ, αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο, οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. Εὐρύκλεια δὲ τῷ Τηλεμάχῳ τοῦτο λέγει. Ἔστι δὲ ἐπιφροσύνη ἢ ἡ ἁπλῶς φρόνησις πλεοναζούσης τῆς προθέσεως, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος, ἢ ἡ πλείων φρόνησις, οἱονεὶ ἡ ἐπὶ τῇ προτέρᾳ ἐπιτιθεμένη ἢ ὕστερόν ποτε, καθ' ὁμοιότητα τοῦ Ἐπιμηθέως, ὃς ἀντίκειται τῷ Προμηθεῖ, καθὰ καὶ ὁ ἐπίφρων τῷ πρόφρονι. Τὸ δὲ ἀνέλοιο ἢ περιττὴν καὶ αὐτὸ ἔχει τὴν πρόθεσιν ἢ κατὰ τὴν περὶ ψυχῶν Ἑλληνικὴν δόξαν ἀντὶ τοῦ ἀναλάβῃς εἴτουν ἀναμνησθείης εἴληπται. (ῃερς. 25.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ βλώσκειν ἀντὶ τοῦ μολεῖν, ὡς καὶ πρὸ τούτων, μετὰ προθέσεως μέντοι οἷον, δμωὰς δ' οὐκ εἴας προβλωσκέμεν. (ῃερς. 27.) Ὅτι τὸ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὃς ἂν ἐκ τῶν ἐμῶν τρέφηται, παραινετικόν ἐστι τοῦ χρῆναι τοὺς ἐν τῷ οἴκῳ πάντας χρησίμους εἶναι, μὴ ὅτι γε τοὺς οἰκείους, ἀλλὰ καὶ εἴ πού τις παρατύχοι ξένος. (ῃερς. 24.) ἐρωτηθεὶς οὖν ὑπὸ τῆς μαίας Τηλέμαχος, τίς ἂν φάος οἴσει, τουτέστιν ἐν χερσὶ βαστάσῃ, ἐπεὶ ὡς ἐῤῥέθη αἱ δουλίδες προμολεῖν εἴργονται, φησί· (ῃερς. 27.) ξεῖνος ὅδε. οὐ γὰρ ἀεργὸν ἀνέξομαι, ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται καὶ τηλόθεν εἰληλουθὼς, ἤγουν οὐδεὶς ἀργὸς τραφήσεται παρ' ἐμοί. λείπει δέ τι καὶ ἐνταῦθα ἐν τῷ, οὐ γὰρ ἀεργὸν ἀνέξομαι. λέγει γὰρ, ὡς οὐκ ἂν ἀνασχοίμην ἀργὸν ὄντα ἢ διάγοντα. Τὸ δὲ ἀνέξομαι ἀεργὸν τῆς ἀρχαίας Ἀτθίδος. οἱ γὰρ ὕστερον γενικῇ συντάσσουσι τὸ ἀνέξομαι. (ῃερς. 28.) Χοῖνιξ δὲ νῦν ἡ τροφή. δίσημος γὰρ ἡ λέξις, ἐπί τε σκεύους τοῦ μετροῦντος καὶ τοῦ μετρουμένου πράγματος. οὕτω δὲ καὶ ὁ μέδιμνος καὶ τὸ τάλαντον καὶ ὁ ξέστης καὶ ἕτερα πολλά. Χοῖνιξ δὲ σκεῦός τι μετρητικὸν σπορίμων, μεῖζον τοῦ παρὰ τοῖς παλαιοῖς καλουμένου μέτρου. ἐκ τούτου παρὰ τοῖς ὕστερον καὶ δεσμὸς ποδῶν ἐκαλεῖτο χοῖνιξ καθ' ὁμοιότητα ἴσως τῆς κατὰ τὸ σκεῦος