ἀποσχοινίζεσθαι. (ῃερς. 32.) Ὅτι ἐν τῷ, Ὀδυσσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθας καὶ ἑξῆς, εἰσφορεῖν συνήθως λέγει τὸ εἰσκομίζειν· ᾧ ἐναντίον τὸ ἐκφορεῖν. φράσις δὲ κομιδῆς ὅπλων τὸ, ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας, ἔγχεά τε ὀξυόεντα. (ῃερς. 33.) Ὅτι τῶν ὅπλων, ὡς ἐῤῥέθη, εἰσφορουμένων, πάροιθε Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. καὶ ὁ Τηλέμαχος θαυμάσας, ὦ πάτερ, φησὶ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι (ῃερς. 38.) εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες, τουτέστιν ἀναβαίνοντες καὶ ὡς οἷον ἀνίσχοντες ἢ καὶ ὑψοῦ ἀνέχοντες τὰς δοκοὺς, φαίνονται ὀφθαλμοῖς ὡσεὶ πυρὸς αἰθομένοιο· ἦ μάλα θεὸς ἔνδον. καὶ Ὀδυσσεὺς, σίγα, φησὶ, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε. (ῃερς. 43.) αὕτη τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν αὕτη θέμις θεοῦ ἐν τῷ ἐπιφαίνεσθαι ποιεῖν οὕτω, καθὰ δηλαδὴ βλέπεις. τινὲς δὲ γράφουσιν, αὐτή τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν οὐκ ἄλλος τις ὁ ἔνδον ἄρτι θεὸς ἢ αὐτὴ ἡ δίκη, ἐσομένη σὺν ἡμῖν ἢ καὶ οὖσα ἤδη. ἔστι δὲ τὰ τοιαῦτα τοῦ Ὁμήρου εἰς θείαν ἐπικουρίαν παρῳδηθῆναι ποτὲ καὶ εἰς ἀναγκαῖον μυστηριασμόν. (ῃερς. 33.) Ἰστέον δὲ ὅτι ὁ μῦθος μὲν Ἀθηνᾶν ἐθέλει τὴν φωσφόρον παρεῖναι καὶ φαίνειν· φωσφόρος γὰρ αὐτὴ καὶ ἐν Ἰλιάδι ἐγράφη. ἐθέλει γὰρ Ὅμηρος μεγάλου ἔργου τοῦ κατὰ τῶν μνηστήρων καινά τινα προηγήσασθαι. ἡ δὲ ἀλληγορία τὴν τοῦ Ὀδυσσέως λέγει ἐν τούτοις δηλοῦσθαι φρόνησιν ὀρθῇ κελεύθῳ τἀν σκότει ποδηγετοῦσαν καὶ τὸ τοῦ μέλλοντος ἀφανὲς ὑπὸ φωτὶ γνώσεως ἄγουσαν. (ῃερς. 34.) Χρύσεον δὲ λύχνον λαμπτῆρα λέγει ὁποῖοι τινὲς πρὸ ὀλίγων καὶ οἱ τῶν μνηστήρων, πλὴν ὅσον ἐκεῖνοι οὐ χρύσεοι· λύχνῳ γάρ, φασι, τῷ παρ' ἡμῖν οὐκ εἰσάγονται ἥρωες χρώμενοι. τινὲς δὲ προσυπακούουσιν ἐνταῦθα τὸ ˉως, ἵνα λέγῃ ἔχουσα ὡς χρύσεον λύχνον, ὅ ἐστιν ἀμαυρὸν διδοῦσά τι φῶς ὡς ἀπὸ λάμψεως καὶ στιλβηδόνος χρυσοῦ, ὃ καὶ περικαλλὲς ἔφη, ἵνα μὴ τῷ λαμπτῆρι φωραθῶσι τὰ ὅπλα μετακομίζοντες, καὶ ἵνα μηδὲ φαίνῃ δουλοπρεπῶς ἡ Ἀθηνᾶ. πολλῷ γὰρ σεμνότερον αὐτόματον ἐπιλάμψαι φῶς ἢ δουλικῶς αὐτὴν ὑπηρετεῖν. Ὅτι δὲ λύχνῳ σύστοιχόν τι λυχνοῦχος ὁ φανὸς καὶ τὸ λύχνιον, ὅ πέρ ἐστι λυχνία προπαροξυτόνως ἀναλόγως τῷ θύρα, θύριον καὶ λύρα, λύριον, δηλοῦσιν οἱ παλαιοί. (ῃερς. 36.) Τὸ δὲ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. συνήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη χρῆσις, ὡς δῆλον καὶ ἐκ τοῦ, ὅττι ῥὰ θνήσκοντας ὁρᾶτο. (ῃερς. 37.) Τὸ δὲ ἔμπης μεταληπτικοῦ εἴδους ἐστὶ τοῦ δεδηλωμένου πολλαχοῦ· ἔμπης γὰρ τὸ ἴσως. αὐτὸ δὲ νῦν οὐ διστακτικὸν, ἀλλ' ἶσον ὁμοιωματικῶς τῷ ἐπίσης, ἵνα λέγῃ ὅτι ἐξισάζονται τὰ πρὸ ὀφθαλμῶν πυρί. Ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ, γράψας οὕτω τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ˉο, ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον, περισπῶνται· νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ. τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν, ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ. (ῃερς. 39.) Πῦρ δὲ καὶ νῦν αἰθόμενον, ὡς καὶ ἑτέρωθι, πρὸς 2.190 διαστολὴν ἑτεροίου, πυρὸς μὲν λεγομένου ἢ καὶ ὄντος, οὐκ αἰθομένου δέ. ὅτι δὲ πολλὰ παράγωγά εἰσι τοῦ αἴθεσθαι, δηλοῖ καὶ ὁ αἰθὴρ καὶ ὁ αἴθων καὶ ὁ αἰθίοψ καὶ ὁ αἶθοψ, ὃς σημαίνει κατὰ τοὺς παλαιοὺς θερμὸν, λαμπρὸν, πυῤῥὸν καὶ μέλανα. (ῃερς. 37.) Μεσόδμαι δὲ οὐ μόνον ἐπὶ νηῶν αἱ προδηλωθεῖσαι, ἀλλ' ἰδοὺ καὶ οἴκου μεσόδμαι, τὰ μεσόστυλα κατὰ Ἀρίσταρχον. καθ' ἑτέρους δὲ τὰ μεταξὺ τῶν δοκῶν· ἔνιοι δὲ, διαφράγματα ἢ καὶ διαστήματα μεταξὺ τῶν κιόνων, οἵ, φασι, περὶ τοὺς τοίχους ἦσαν. (ῃερς. 39.) Ὅρα δὲ καὶ τὸ, ὡσεὶ πυρὸς αἰθομένοιο, συντελοῦν εἴς τε τὴν ἀλληγορίαν καὶ εἰς τὴν εἰρημένην δευτέραν ἑρμηνείαν τοῦ χρυσέου λύχνου. οὐ γὰρ ἁπλῶς ἔφη πυρὸς, ἀλλὰ ὡσεὶ πυρός. (ῃερς. 30.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι τε ἡ Εὐρύκλεια ἔξω περιλέλειπται φυλάσσουσα τὰς κληϊσθείσας θύρας, (ῃερς. 40.) καὶ ὅτι τὸν φαίνοντα θεὸν οὐράνιον εἶναι στοχάζεται ὁ παῖς, ὡς μὴ ἂν τῶν ἑτεροίων οὕτω φωσφορησόντων. φησὶ γάρ· ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ὃ