προλαβόντων ὥρμηται, ἔνθα τις τὸν Ὀδυσσέα πτωχὸν ἀνιηρὸν εἶπε καὶ ἀνίην δαιτός. βούλεται δὲ δριμέως εἰπεῖν ἡ δούλη ὡς ἐν ἡμέρᾳ μὲν οὐδὲν καινὸν ἀνιηρὸν εἶναί σε. εἰ δὲ καὶ νῦν ἔτι ἐνθάδε ἀνιᾷς νυκτὸς οὔσης, ἀλλὰ τοῦτο πολὺν φόρτον ἔχει. (ῃερς. 67.) Ὀπιπτεύειν δὲ τὸ περιέργως βλέπειν, ὅθεν καὶ ὁ παρθενοπίπης καὶ ὁ παρὰ τῷ κωμικῷ πυῤῥοπίπης, ὡς βούλεσθαι οὕτω τὴν Μελανθὼ γυναικοπίπην τὸν Ὀδυσσέα εἰπεῖν. (ῃερς. 68.) Ἐν δὲ τῷ, ἀλλ' ἔξελθε, ἢ παρέλκει ὁ ἀλλˉα σύνδεσμος, ἢ μᾶλλον ἐλλιπῶς ὁ λόγος ἔχει, ἵνα λέγῃ, ὅτι μηκέτι ἔνδον ἔσο, ἀλλ' ἔξελθε. Τὸ δὲ ὄνησο σύστοιχον τῷ ὀνήμενος καὶ ὄνηται καὶ ὄνητο. τὰ γὰρ διὰ τοῦ ἄλφα, ὡς προείρηται, οἷον ὀνάμενος καὶ ὄνατο, οἱ μεθ' Ὅμηρον λέγουσι. βούλεται δ' ἐνταῦθα ἡ Μελανθὼ εἰπεῖν, ὡς εἰ καὶ τοῖς ἄλλοις ὀνείατα τὰ τῆς τροφῆς, ἀλλὰ σὺ ἀφραίνων οὐκ ἂν ὄναιο δαιτὸς, ἀπειλουμένη τὴν διὰ αἰκίας ἐξέρασιν. ∆αλὸν δὲ λαμπάδα λέγει ἐκ τῶν κατὰ τοὺς λαμπτῆρας. Σημείωσαι δὲ καὶ τὸ, εἶσθα θύραζε, διὰ διφθόγγου ἔχον τὴν παραλήγουσαν τοῦ εἶσθα. οὐ γάρ ἐστι ῥῆμα συνήθως ὑπαρκτικὸν, ἀλλὰ τὸ πορεύη καὶ ἐξέρχη δηλοῖ γενόμενον ἀπὸ τοῦ εἶμι, οὗ τὸ δεύτερον εἶς, καὶ κατὰ ἐπέκτασιν εἶσθα ὁμοίως τῷ ἔφησθα, ἐθέλησθα καὶ τοῖς τοιούτοις. (ῃερς. 71.) Τὸ δὲ ἐπέχεις ἀντὶ τοῦ κατ' ἐμοῦ ἔχεις· ἐναντιότητα γάρ ποτε καὶ ἡ ἐπˉι πρόθεσις δηλοῖ, ὡς καὶ ἐν τῷ, ἑπτὰ ἐπὶ Θήβας, ἤγουν κατὰ Θηβῶν, καὶ ἐν τῷ, ἐπιχαίρειν ἤγουν κατά τινος χαίρειν ἐχθρωδῶς, καὶ ἐν τῷ ἐπιβόητος ὁ μοχθηρὰν ἔχων φήμην, καθ' οὗ δηλαδὴ βοαὶ γίνονται, ὃν ἐπίβωτον Ἀνακρέων φησίν· οὗ ἑτεροῖος ὁ διαβόητος ὡς ἐπ' ἀρετῇ ἐγνωσμένος. ὁμοία δὲ ἐναντιότης τῷ ἐπιβοήτῳ καὶ ἐν τῷ ἐπίφατος, ὃ κεῖται παρὰ Σοφοκλεῖ, καὶ ἐν τῷ ἐπάρατος, καθ' οὗ ἀραὶ γίνονται, καὶ ἐν τῷ, ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ παρ' Εὐριπίδῃ, ἥκεις ἐφ' ἡμᾶς, ὅ περ ἀστείως ἡ Ἠλέκτρα ἐκεῖ περὶ Ἑλένης φησί. καὶ ἔστιν ὅμοιον τὸ τοιοῦτον ἐπέχειν πρὸς τὸ ἐνέχειν. δηλοῖ δέ ποτε ἡ λέξις καὶ τὸ προσέχειν. καὶ ἄλλως δὲ κατὰ στοχασμὸν σημαίνει ὁμοίως τῷ, ἔπεχε σκοπῷ τόξον. Ἡρόδοτος δὲ διαλελυμένως φησὶν, ἐπὶ σφίσιν ἔχοντας τοὺς Αἰγινήτας, ἤγουν ἐπέχοντας. κεῖται δὲ παρ' αὐτῷ καὶ τὸ, ἐπὶ Νάξον ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι, ὡς εἴ τις εἴποι, σκοπὸν εἶχον κατὰ τῆς Νάξου στρατεύεσθαι. δηλοῖ δὲ ἡ ἐπˉι πρόθεσις ἐναντιότητα καὶ ἐν τῷ ἐπίῤῥητος. ἔστι γὰρ ἐπίῤῥητος, καθ' οὗ ῥηθῆναι πολλὰ ἔστιν, ἵνα ᾖ ὁ ἐπίῤῥητος ὁ αὐτὸς τῷ ἐπιβοήτῳ καὶ τῷ ἐπιφάτῳ, τοῖς προσεχῶς γεγραμμένοις. τὸ μέντοι ἐπιῤῥήδην ἐπίῤῥημα παρὰ τῷ Ἀράτῳ, οἷον, ἑπτὰ δ' ἐκεῖναι, ἤγουν αἱ Πλειάδες, ἐπιῤῥήδην καλέονται, οὐ τοιοῦτόν τι δηλοῖ, ἀλλ' ἐῤῥέθη ἀντὶ τοῦ, ῥητῶς καὶ ὀνομαστικῶς. ἐναντιότητος δὲ σημασίαν ἡ ἐπˉι πρόθεσις ἔχει καὶ ἐν τῷ, θεοὶ ἐτέλειον ἐπαρὰς ἤγουν κατάρας, αἵ εἰσιν ἀραὶ κατά τινος. καὶ τὸ ἐπιτρίβειν δὲ καὶ ὁ ἐκ τούτου ἐπίτριπτος οὐκ ἀπέοικε τῶν τοιούτων. οἱ δὲ λεγόμενοι σκεπτικοὶ φιλόσοφοι ἐπέχειν φασὶ τὸ ὑποκρατεῖν τὴν διαλεκτικὴν ἀπόφανσιν καὶ μὴ ἐθέλειν καταφῆσαι ἢ ἀποφῆσαι περὶ τῶν προκειμένων εἰς διάλεξιν, ὅθεν καὶ ἐφεκτικοὶ ἐλέγοντο. Ὅτι δὲ τὸ ἔχειν ἁπάσαις ταῖς προθέσεσι προσιὸν λόγῳ συνθέσεως διαφόρους προΐσχεται σημασίας, δῆλον ἐστὶ τοῖς ἐφοδεύουσι τεχνικῶς, οἵ περ ἴσασι καὶ ὅτι μόνον τῶν ἄλλων ἡ ἀμφˉι πρόθεσις ἐν μὲν τοιούτῳ ἐνεστῶτι τρέπει τὸ δασὺ εἰς ψιλόν. ἀμπέχω γάρ φαμεν διὰ τὸ κακόφωνον τοῦ ἀμφέχω, οἷα τὰ δασέα παραλληλίζεται, καθὰ καὶ ἐν τῷ ἀμπεχόνη καὶ ἀμπίσχομαι. ἐν μέντοι τῷ ἀμφέξω ἤγουν ἐνδύσομαι λείψαντος τοῦ θεματικοῦ δασέος ἀποκαθίσταται ἡ πρόθεσις ἀναγκαίως εἰς τὸ οἰκεῖον δασύ. Τὸ δὲ, κεκοτηότι θυμῷ, πρὸς διαστολὴν κεῖται. οὐ γὰρ πᾶς ὁ ἐπέχων κεκοτηότι θυμῷ ἐπέχει, ὥς περ οὐδὲ ὁ ἐπέχων σκοπῷ τόξον. (ῃερς. 72.) Τὸ δὲ, κακὰ εἵματα ἐνδεδύσθαι, τοὺς πρὸ ὀλίγων ῥηθέντας κακοείμενας πτωχοὺς συνέθηκε. (ῃερς. 73.) Τὸ δὲ ἀναγκαίη ἐπείγει ἀντὶ τοῦ ἀνάγκη. πολλὰ δὲ τοιαῦτα δεδήλωται πολλαχοῦ. ἐν οἷς καὶ ἀλκαία λέοντος καὶ προνομαία ἐλέφαντος ἡ ὡς εἰπεῖν ἀλκὴ καὶ προνομή. (ῃερς. 81.) Τὸ δὲ, μή ποτε πᾶσαν ὀλέσῃς ἀγλαΐαν, καὶ τὸ, μή πώς τοι δέσποινα χαλεπῄνῃ, συνήθη ἔλλειψιν ἔχουσι τοῦ ὅρα ἢ δέδιθι ἢ