εἰπών· (ῃερς. 272.) ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ αἰτίζων, ἄλλο τι ὂν παρὰ τὸ πτωχεύειν. ἐκεῖνο γὰρ τῶν πάνυ ἀπόρων ἦν, οἷος Ὀδυσσεὺς ὁ φαινόμενος πτωχὸς καὶ πρὸ αὐτοῦ ὁ Ἶρος. Ὅτι δὲ τὸἀγυρτάζειν καὶ ἀγείρειν λέγεται, δῆλον ἐκ τοῦ, (ῃερς. 293.) ὅσα ξυναγείρατ' Ὀδυσσεύς. (ῃερς. 288.) Τὸ δὲ, ὤμνυε πρὸς ἔμ' αὐτὸν, τοιοῦτόν τι ὡς εἴ τις εἴπῃ, νὴ τὴν σὴν ἱερὰν κεφαλὴν, καὶ οἷος ὁ τῆς Ἥρας πρὸς τὸν ∆ία ὅρκος ἐν Ἰλιάδι, ἐπομνυμένης τὸ αὐτοῦ κουρίδιον λέχος. (ῃερς. 296.) Περὶ δὲ ∆ωδώνης τῆς πολυθρυλήτου καὶ προγέγραπται, καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δὲ δηλοῦται. μέμνηται δὲ αὐτῶν καὶ ἡ Ἰλιάς. (ῃερς. 285.) Ὅτι κερδαλέου ἀνθρώπου ἔπαινον ὁ ξεῖνος Ὀδυσσεὺς ἑαυτῷ ἐπιλαλεῖἐν τῷ, ὣς περὶ κέρδεα πολλὰ κατὰ θνητῶν ἀνθρώπων, καθὰ προεγράφη, οἶδ' Ὀδυσσεύς. οὐδ' ἄν τις ἐρίσειε βροτὸς ἄλλος. λέγει δὲ οὕτως ἐν ἐπηκόῳ τῆς γυναικὸς, οἷα εὖ εἰδὼς ἑαυτόν. καὶ οὕτω λαλῶν τἀληθὲς καὶ νῦν περὶ ἑαυτοῦ φιλοτίμως καὶ οὐδὲ ἔξω μεγαλοπρεπείας. (ῃερς. 286.) Ἰστέον δὲ ὅτι τὸ, οὐδ' ἄν τις ἐρίσοι βροτῶν ἄλλος, διασαφητικόν ἐστι τοῦ, περίοιδε κέρδεα πολλά. ᾧ γὰρ οὐκ ἄν τις ἐρίσειε κέρδεα εἰδότι, κέρδεα ἐκεῖνος περίοιδε. καὶ ἄλλως δὲ εἰπεῖν, ταυτά εἰσιν ἄμφω. δῆλον γὰρ ὅτι ὁ τῶν ἄλλων περιττότερος εἰδέναι κέρδεα οὐδ' ἂν ἔχοι τὸν ἐρίσοντα. (ῃερς. 301.) Ὅτι κεῖται χρονικὸν ἐνταῦθα τὸ ἄγχι, οἷον, ὣς ὁ μὲν, οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη ἄγχι μάλα, τουτέστιν ἐγγὺς μετ' ὀλίγον. διὸ καὶ ἑρμηνεύων ἐπάγει· (ῃερς. 302.) οὐδὲ δηρὸν ἀπεσσεῖται. Ὅτι δὲ Αἰολικὸν τὸ ἐσεῖται ἐκ τοῦ ἐσῶ ἐσοῦμαι, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 303.) Ὅτι τοὺς προδιασαφηθέντας ὁρκωμοτικοὺς πέντε στίχους, οὓς φθάσας ἔφη πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς Εὔμαιον, ὧν ἀρχὴ τὸ, ἴστω νῦν Ζεὺς ἱστίη τ' Ὀδυσῆος καὶ ἑξῆς, λέγει καὶ νῦν πρὸς τὴν γυναῖκα, διομνύμενος ὡς καὶ ἐκεῖ, (ῃερς. 307.) περὶ ἀκριβῆ τριακάδα σεληνιακοῦ μηνὸς ἐλθεῖν τὸν Ὀδυσσέα οἴκαδε, ὁποία ἡ αὔριον· εἰ καὶ αὐτὸς ἀορίστως εἰπὼν, ἐπέκρυψεν αὐτήν· ἡ Πηνελόπη δὲ, τοῦτο μὲν μὴ λογισαμένη, ἀποδεξαμένη δὲ εἰ καὶ τοῦδε τοῦ λυκάβαντος ἐλεύσεται, ὑπισχνεῖται φιλότητά τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, πολλά τε δῶρα ἐξ ὧν ὁ ξένος μακαρίζοιτο ἄν. (ῃερς. 309.) ἐνταῦθα δὲ κεῖται καὶ ὁ γˉαρ σύνδεσμος οὐκ αἰτιολογῶν, ἀλλὰ πάντῃ ἀργὸς ἐν τῷ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη. (ῃερς. 312.) εἶτα καὶ δυσπιστοῦσα ἡ γυνὴ, ὃ καὶ ἐθέλει πάντως ὁ Ὀδυσσεὺς, ἐπάγει δυσελπιστίας ῥήματα καὶ ψόγον οἴκου δυσοικονομήτου. φησὶ γάρ· ἀλλά μοι ὧδ' ἀνὰ θυμὸν ὀΐεται, ἤγουν φαίνεται, ὡς ἔσεταί περ, οὔτ' Ὀδυσσεὺς ἔτι οἶκον ἐλεύσεται οὔτε σὺ πομπῆς τεύξῃ. ἐπεὶ οὔ τοι σημάντορές εἰσιν ἐν οἴκῳ, οἷος Ὀδυσσεὺς ἔσκε μετ' ἀνδράσιν, εἴ ποτ' ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ὃ δὴ πρωθύστερόν ἐστι. πρῶτον γὰρ τὸ δέχεσθαι, εἶτα τὸ ἀποπέμπειν. (ῃερς. 307.) Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακάδα οἱ ὕστερον Ἀττικοὶ ἔνην ἐκάλουν καὶ νέαν, ὡς εἴ τις εἴποι παλαιὰν καὶ νέαν. τὸ μὲν γὰρ τῆς τριακάδος ἤδη πως πεπαλαίωται συμπαροιχώμενον τῷ πεφθινηκότι μηνί. φασὶ γὰρ οἱ σχολιασταὶ, ἔνον καλεῖσθαι τὸ παλαιὸν καὶ παρῳχημένον, ὅθεν δηλαδὴ ἡ ἔνη δι' ἑνὸς ˉν, εἰ καί τινες διπλάζουσιν αὐτὸ, καθὰ ὑποδηλοῖ καὶ τὸ, ἔστ' ἔννηφι παρ' Ἡσιόδῳ, τὸ καὶ Ἰωνικῶς μὲν ψιλούμενον, παρά 2.204 τινων δὲ δασυνόμενον, οἳ καὶ τὸν ἔνον ἐδάσυνον. ἀλλ', ὅ περ ἐλέγετο προσεχῶς, τὸ μὲν τῆς τριακάδος, ὡς εἴρηται, ᾤχετο, τὸ δὲ νῦν ἀπήρξατο ἐν τῇ ἔνῃ, ἥ τίς ἐστι νουμηνία. ὅθεν καὶ μόσχος ἡ τοιαύτη λέγεται ἀρχὴ τοῦ μηνὸς παρὰ τῶν τινὶ παλαιῶν. ἐπίτηδες δὲ ὁ ποιητὴς τοιαύτην ἡμέραν τὴν καὶ ἐσομένην, ὡς ἐῤῥέθη, αὔριον ἐπελέξατο τῇ τοῦ Ὀδυσσέως ἐπανόδῳ, ἵνα τι σχοίη φιλοσοφήσειν ἐν τοῖς ἑξῆς καὶ περὶ ἡλιακῆς ἐκλείψεως, ἣ οὐκ ἐν ἄλλῳ γίνεται καιρῷ, ἀλλ' ἐν αὐτῇ συνόδῳ ἡλίου καὶ σελήνης. Ὅτι δὲ τὸ ἔνη καὶ νέα βούλεται λέγειν τὴν οἱονεὶ παλαιὰν καὶ νέαν, δηλοῖ καὶ ὁ κωμικὸς, ἔνθα παίζων φησὶ περὶ αὐτῆς, πῶς ἂν ἡ αὐτὴ γένοιτο γραῦς τε καὶ νέα γυνή; (ῃερς. 317.) Ὅτι ἀκούσασα ἤδη Πηνελόπη ἐκ τοῦ ξένου Ὀδυσσέως, ὡς τὸ κλέος αὐτῆς οὐρανὸν εὐρὺν ἱκάνει, φιλοτιμεῖται ἀγαθὴ φανῆναι αὐτῷ. ἔτι δὲ καὶ περιαυτολογεῖ ἠρέμα καὶ αὐτὴ, καθὰ