ἤγουν σοφιστικὸς, καὶ ὁ τῶν ὀμοσάντων τόσας ἡμέρας ἄγειν σπονδὰς, ἐν δὲ τῷ μέσῳ νύκτωρ ἐπιθεμένων τοῖς ἐχθροῖς, ὡς δῆθεν τῆς συμβάσεως τῶν σπονδῶν ἡμερῶν μεμνημένης, οὐ μὴν καὶ νυκτῶν. ὅμοιος δέ τις καὶ ὁ τοῦ παρὰ τῷ δειπνοσοφιστῇ τὸν ἰχθὺν ὑφελομένου· ὃς τὸ ὑποκλαπὲν ὀψάριον ἑτέρῳ δοὺς, εἶτα ἀπαιτούμενος, αὐτὸς μὲν ὤμνυε μήτε ἔχειν τὸν ἰχθὺν, μήτ' ἄλλον εἰδέναι ὑφελόμενον· τὸν δὲ φύλακα τοῦ κλέμματος ἐδίδαξεν ὀμνύειν, ὡς οὔτε αὐτὸς ὑφείλετο οὔτε ἄλλον οἶδεν ἔχοντα τὸν ἰχθύν. καὶ οὕτω τὸν ἰχθυέμπορον ἐσοφίσατο. καὶ οὗτοι μὲν ὅρκοι σοφισματώδεις, ὁποίοις φαίνεται χαίρειν καὶ Σίσυφος. Ῥαδάμανθυς δέ, φασιν, ὑπὲρ τοῦ μὴ θεὸν ὀνομάζειν ἐπὶ πᾶσιν ἐκέλευσέ, φασι, κατὰ χηνὸς καὶ κυνὸς καὶ κριοῦ ὀμνύναι. ὤμνυε δέ, φασι, χῆνα καὶ Σωκράτης· ἄλλος δέ τις κράμβην· ὃν ζηλώσας ὕστερον ὁ χυδαΐζων ὄχλος διόμνυται κατὰ λαχάνων. Ὅτι δὲ καὶ γυναῖκες ὤμνυον ἐπὶ οἴνῳ, Ξέναρχος παίζων δηλοῖ ἐν τῷ, ὅρκον δ' ἐγὼ γυναικὸς εἰς οἶνον γράψω. λάμπει δ' ἐν τοῖς τοιούτοις ἠθικοῖς ὅρκοις ὁ Ὁμηρικὸς, ἐν ᾧ τὰ τοῦ πατρὸς ἄλγεα ὁ παῖς ὀμνύει Τηλέμαχος. φέρεται δὲ περὶ Αὐτολύκου καὶ ὅτι οὕτω σοφὸς ἦν τὴν κλεπτικὴν, ὡς καὶ τὰ χρώματα τῶν κλεπτομένων ζῴων μεταχρωνύειν, ὃ καὶ νῦν παρὰ πολλοῖς γίνεται. Σίσυφον μέντοι οὐ κατεσοφίσατο, καθὰ ἐν ἄλλοις εἴρηται. ἦν γὰρ κατὰ τὴν παροιμίαν καὶ πυρὸς ἕτερα θερμότερα, καὶ δόλων τῶν κλεπτικῶν ἕτεροι κλεπτίστεροι. Ἐν δὲ τῷ κεχαρισμένα τῷ Ἑρμῇ θῦσαι τὸν Αὐτόλυκον καὶ οὕτω λαχεῖν τὴν κλεπτοσύνην ἔστι τις πίστις παροιμίας Ἑλληνικῆς, λεγούσης, δῶρα καὶ θεοὺς πείθειν. (ῃερς. 402.) Τὸ δὲ, παυομένῳ δόρποιο, δηλοῖ μηδὲ τὸν τοιοῦτον καιρὸν ἀνεπιτήδειον εἶναι σπουδαῖα σκέπτεσθαι. (ῃερς. 403.) Ἐν δὲ τῷ, ὄνομα εὕρεο, δῆλον ὡς Ὅμηρος κατῆρξε τοῦ εὑρέσεις λέγεσθαι τὰς ἐπὶ τοῖς ἀδήλοις μεθόδους, παθητικῶς δὲ τὸ εὕρεο, κατ' ἀκολουθίαν τοῦ εὑρέσθαι καὶ τοῦ εὑρόμην· κοινῶς μέντοι εὑρὲ καὶ εὑρεῖν, καὶ τοιαῦτα τινά. (ῃερς. 404.) Ἐν δὲ τῷ, πολυάρητος δέ τοί ἐστιν, ἔοικεν ἡ δούλη Εὐρύκλεια ἐθέλειν τοιοῦτόν τι ὄνομα τῷ παιδὶ τεθῆναι, οἷον ∆ημάρητον κατὰ τὸν παρὰ Ἡροδότῳ, ἢ Ἄρητον, ὁποῖός τις ἐν Ἰλιάδι κεῖται, ἢ Εὐχήνορα, ἢ τοιοῦτόν τι ἐφετὸν τοῖς πολλοῖς· ὅπου γε καὶ ὁ γελοῖος πτωχὸς Ἀρναῖος παρὰ τὴν ἀρὰν, ὡς δεδήλωται, εἰρῆσθαι δοκεῖ. (ῃερς. 407.) Αὐτόλυκος δὲ τῇ δούλῃ μὴ προσεσχηκὼς ἐξ ἐκείνων, οἷς ἐκέκαστο, ἐθέλει ὀνομάσαι τὸν παῖδα, ἐκ τοῦ μίσους δηλαδὴ, ὃ εἶχεν ἐκ πολλῶν διὰ τὴν κλεπτοσύνην. δῆλον γὰρ ὡς ὠδύσσοντο αὐτῷ ἐκεῖνοι· ὃ δὴ τίθησιν ὄνομα τῷ ἐγγόνῳ, βιβλιογραφήσας οἷον τὰ κατ' αὐτὸν ἐν ἐκείνῳ κληρονομήσαντι μνήμης τῆς ἐπὶ τῷ πάππῳ οὐ πάνυ εὐκλεῶς· ἐκ τοῦ κατ' ἐκεῖνον γὰρ ὀδύσσω ὁ Ὀδυσσεύς. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, καὶ ἐν δυσὶ ˉςˉσ γράφεται ὡς ἐπιπολύ. Σιληνὸς μέντοι ὁ Χῖος κατὰ τὴν ἱστο 2.210 ρίαν ἐν δευτέρῳ βιβλίῳ τῶν αὐτῶν μυθικῶν δασύνει παρὰ τὴν ὁδὸν, λέγων ὡς Ἀντικλείας ὁδευούσης παρὰ τὸ Νήριτον, ὗσεν ὁ Ζεύς. τὴν δὲ ὑπὸ ἀγωνίας ἐκεῖ πεσοῦσαν τεκεῖν. καὶ τὸ γεννηθὲν κληθῆναι Ὀδυσσέα παρὰ τὸ ἐν τῇ ὁδῷ ὗσαι. (ῃερς. 406.) Τὸ δὲ, γαμβρὸς ἐμὸς, ἀντὶ τοῦ, ὦ γαμβρέ μοι, ὡς δηλοῖ καὶ τὸ θύγατερ ἐπαχθέν. κωλύει δὲ τὸ εἰπεῖν γαμβρὲ κατὰ κλητικὴν ἡ ἐμὸς ἀντωνυμία, ἧς οὐκ ἔστι κλητικὴ διὰ τὴν συνέμπτωσιν τὴν πρὸς ἑτέραν ἀντωνυμίαν αἰτιατικὴν τὴν ἐμέ. (ῃερς. 407.) Τὸ δὲ, πολλοῖσι γὰρ ἔγωγε ὀδυσσάμενος, λέγει μὲν τὸ, πολλοῖς μισηθεὶς καὶ δι' ὀργῆς ἐλθὼν παθητικῶς, οὐ μὴν κατ' ἐνέργειαν, ὁποῖον τὸ, τί νύ οἱ τόσον ὠδύσαο Ζεῦ; ἔχει δὲ τὸν γˉαρ σύνδεσμον προτεθειμένον κατὰ συνήθειαν Ὁμηρικὴν ἐμπερίβολον. τὸ μέντοι σαφὲς καὶ ὀρθότερον οὕτω· τῷ δ' Ὀδυσσεὺς ὄνομα ἔστω· πολλοῖς γὰρ ἔγωγε ὀδυσσάμενος τόδ' ἱκάνω, ἀντὶ τοῦ ἐνταῦθα, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. (ῃερς. 408.) Τὸ δὲ, ἀνδράσιν ἠδὲ γυναιξὶν, ἐπισημότατον ἐν κλεπτοσύνῃ τὸν Αὐτόλυκον ἐνδείκνυται, εἴ γε μὴ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν ἀπεχθὴς ἦν. οὕτω καὶ ἐν Ἰλιάδι ἐπίσημός τις ἀνὴρ, ὂν ἄνδρες τε καὶ γυναῖκες κορυνήτην ἐκάλουν. (ῃερς. 409.) Ἐπώνυμον δὲ καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις,