τὸ φερώνυμον. οὐχ' ὅτι μέντοι αὐτὸς ὁ παῖς παρώργησέ τινας, ἀλλ' ὅτι ὁ πάππος· ὁποῖα καὶ ἄλλα τοιαῦτα δεδήλωται. καὶ ὅμως εἴ τις διὰ τὸν πάππον ὀδώδυσται καὶ τῷ ἐγγόνῳ παιδὶ, εἴη ἄν πως καὶ ὁ παῖς ἐπωνύμως δι' ἑαυτὸν Ὀδυσσεύς. (ῃερς. 411.) Κτήματα δὲ καὶ νῦν ἁπλῶς τὰ ἐν κτήσει, ἐξ ὧν καὶ τὰ δῶρα δίδονται, ὡς δηλοῖ ἐπαγόμενον τὸ, ἦλθεν Ὀδυσσεὺς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. (ῃερς. 415.) Τὸ δὲ, χερσὶν ἠσπάζοντο, ἤγουν ἐδεξιοῦντο καὶ εἰς ἑαυτοὺς ἐπεσπῶντο, προγέγραπται καὶ ἑτέρωθι. χείλεσι δὲ ἀσπάζεσθαι οὐκ ἔστι παρὰ τῷ ποιητῇ. (ῃερς. 416.) Τὸ δὲ, μήτηρ μητρὸς, παραφράζει τὴν μάμμην, καθὰ καὶ πρὸ αὐτοῦ τὸν ἔγγονον τὸ παιδὸς παιδὶ φίλῳ. (ῃερς. 431.) Ὄρος δὲ καταειμένον ὕλῃ τὸ δασὺ καὶ οἷον ἐνδεδυμένον φυτῶν πυκνότητι καὶ κεκαλυμμένον· ὅθεν καὶ εἴνω τὸ καλύπτω· οὗ παράγωγον τὸ εἰνύω, ὡς τὸ, θριξὶ δὲ πάντα νέκυν καταείνυον. Τὸ δὲ ὄρος νῦν μὲν, ὡς καὶ ἀλλαχοῦ ποτὲ, κοινῶς προήνεκται· τὰ πλείω δὲ ἰάζεται, ὡς καὶ ἐν τῷ, κατ' οὔρεος εἶσι, καὶ, οὔρεά τε σκιόεντα. Τὸ δ' αὐτὸ γίνεται καὶ ἐν τῷ, ὅρος ὁ περιορισμένος, ὡς δῆλον ἐκ τοῦ ἀμφ' οὔροισι, καὶ, δίσκου οὖρα πέλονται. οὕτω καὶ ἐκ τοῦ ὀρούω οὖρος βαρυτόνως ὁ ἄνεμος ἰώνισται, καὶ ὁ πρὸς διαστολὴν δὲ αὐτοῦ ὀξυτονούμενος ἐν Ἰλιάδι οὐρὸς, οἷον, οὐρούς τ' ἐξεκάθαιρον. ὁ μέντοι κατὰ τὸ γάλα οὐρὸς δοκεῖ μὴ ἑλκυσθῆναι εἰς Ἰωνίδα διάλεκτον· οὕτω δὲ οὐδὲ ὁ παρὰ Ἀττικοῖς ζωϊκὸς ὄρος ὁ καὶ αὐτὸς ψιλούμενος. αὐτὸν δὲ διέστειλε τοῦ ὄρους ἡ διπλόη τοῦ ˉρ. εὕρηται γὰρ ὄῤῥος ἐν ἁπλότητι παρὰ τῷ κωμικῷ τόπος ὢν περὶ τοὺς γλουτοὺς, ὁ καὶ ταῦρος. ἐν μέντοι συνθέσει προσλαμβάνει καὶ αὐτὸς παρά τισι τὸ ˉυ. ὀῤῥωδεῖν μὲν γὰρ καὶ ὀροπύγιον ὀρνέων, οὐ μὴν κατά τινας ὀρθοπύγιον, ἀνάλογον καὶ κοινότερον. Ἰωνικὸν δέ που τὸ οὐροπύγιον, ὄρος ὄν, φασι, πυγῆς, ἀφ' οὗ καὶ ὀῤῥωδεῖν τὸ εὐλαβεῖσθαι. οἱ γὰρ εὐλαβούμενοί, φασι, κατά τι ἀνασπῶσι τὰ κατ' αὐτόν. καὶ τὰ ἄλογα δὲ ὑποστέλλει τὴν οὐρὰν, ὅτε εὐλαβεῖται. ἐκ τοῦ παρακολουθοῦντος οὖν ὀῤῥωδεῖν, τὸ τὸν τοιοῦτον ὄῤῥον ἰδίειν, ὃν οὐρὰν οἱ ἰδιῶται φασὶν, οἷα τῆς οὐρᾶς αὐτῷ παρωνυμουμένης. καὶ τοῦτο μὲν τοιοῦτον. Τὸ δὲ ἀῤῥωδεῖν διὰ τοῦ ˉα στερητικῶς εἴρηται κατὰ Ἐρέννιον Φίλωνα. δηλοῖ γὰρ τὸ μὴ ὀῤῥωδεῖν, ἀλλὰ καταφρονεῖν καὶ τεθαρηκέναι. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὄρος ἐνδεδυμένον ὕλῃ, ληφθῆναι δοκεῖ καὶ τὸ, ὕδωρ ἀμφιένυσθαι τὸν δύντα καθ' ὕδατος, καὶ πυρὶ σπαργανοῦσθαι τὸν πυρούμενον. ἐντεῦθεν δὲ καὶ ἱμάτια πόλεως ὁ τειχισμός. τῇ ῥηθείσῃ δὲ Ὁμηρικῇ ἐννοίᾳ συγγενὲς καὶ τὸ, λάϊνον ἕσασθαι χιτῶνα, τὸν λίθοις χωσθέντα. (ῃερς. 433.) Τὸ δὲ, Ἠέλιος μὲν ἔπειτα καὶ ὁ ἐφεξῆς στίχος, περίφρασίς ἐστι τοῦ, γέγονεν ἡμέρα. δῆλον δὲ, ὡς Ἥλιος οὐ μόνον ὁ φαινόμενος ἀστὴρ, ὡς καὶ ἐνταῦθα καὶ ἐν τῷ, Ἠέλιος δ' ἀνόρουσε καὶ ἑξῆς, ἀλλά που καὶ σωματικὸς δαίμων, ὡς ἐν τῷ, Ἠέλιος μὲν σκοπιὴν ἔχε, καὶ, Ἠέλι', ἤτοι σὺ μετ' ἀθανάτοισι φάεινε. (ῃερς. 434.) Ἀκαλαῤῥείτης δὲ Ὠκεανὸς κατὰ τοὺς σοφοὺςὁ ἀκαλῶς καὶ ἡσύχως ῥέων, ὅ ἐστι πλημύρων, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη. τὰς γὰρ ἐπιβάσεις, φασὶ, τῶν πλημυρίδων, ἃς πολλαχοῦ ποιεῖ, πραείας ποιεῖ καὶ οὐ τελείως ῥοώδεις. (ῃερς. 435.) Βῆσσα δὲ ἡ μὲν τοῦ ὄρους ἐν δυσὶ ˉςˉσ· πόλις δέ τις Βῆσα ἐν τῇ Βοιωτίᾳ γράφεται καὶ δι' ἑνός. Ἐπακτῆρες δὲ οἱ κυνηγοί. καὶ ὡς μὲν ἐκ τοῦ ἐπάγειν ἡ λέξις γίνεται, δηλοῖ ὁ ποιητὴς μετ' ὀλίγα ἐν τῷ, ὡς ἐπάγοντες ἐπῇσαν. διττὴ δὲ τῆς λέξεως ἔννοια· ἢ γὰρ διότι ἐπάγονται κύνας, ὅθεν καὶ συνθέτως 2.211 κυνηγοὶ λέγονται, ἢ ὅτι ἐπὶ τοῖς κυσὶν, ἤγουν μετὰ τοὺς κύνας ἄγονται εἰς θήραν, διὰ τὸ ἐκείνους προϊέναι, ὡς δηλοῖ τὸ, ἵκανον ἐπακτῆρες, πρὸ δ' ἂρ αὐτῶν κύνες ἤϊσαν. (ῃερς. 445.) ὧν παράφρασις τὸ, ὡς ἐπάγοντες ἐπῇσαν, ἤγουν μετ' ἐκείνους καὶ ἤϊσαν. δῆλον δὲ, ὅτι ἐκ τοῦ ἤϊσαν τὸ ἐπῇσαν συνῄρηται. Ἰστέον δὲ ὅτι καὶ ἐπακτρεῖς ἐλέγοντο οἱ κυνηγοὶ, ὡς δηλοῖ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἐπακτρίδες αἱ ἁλιάδες· ἐπακτρεῖς γὰρ οἱ κυνηγοί. ὅτι δὲ ἀπὸ τῆς ῥηθείσης ἐπακτρίδος καὶ ἐπακτροκέλης κατὰ Αἴλιον ∆ιονύσιον πλοῖον λῃστρικὸν, προδεδήλωται. (ῃερς. 436.) Τοῦ δὲ ἰχνευταὶ περίφρασις ὂν τὸ, ἴχνι' ἐρευνῶντες, κάλλιον ἐκείνου