πέφρασται. Ὅρα δ' ἐνταῦθα τὸ, ἴχνι' ἐρευνῶντες, ὑποδύσκολον ὂν τῇ φράσει καὶ λαβυρινθῶδες κατὰ τὰ νῦν σχεδικά. ἦν μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ ˉη, εἵλετο δὲ ἡ ποίησις τὸ ἴχνια. καὶ ἐσημειώθη ἐν ἄλλοις καὶ ἕτερα τοιαῦτα. (ῃερς. 438.) Τοῦ δὲ κραδάων τὸ θέμα πρωτότυπον τοῦ κραδαίνω ἐστί. Λόχμην δὲ καὶ ξύλοχον εἰπεῖν ταυτὸν ἐν τοῖς ῥηθεῖσι φαίνεται. (ῃερς. 439.) Ὁ δὲ σῦς, ὡς καὶ αὐτὸ ἐν ῥητορικῷ κεῖται λεξικῷ, καὶ ἀσχέδωρος λέγεται. φησὶ γάρ· ἀσχέδωρος, ὁ σύαγρος παρὰ Ἰταλιώταις. ἠγνόησαν δέ, φησιν, οἱ ἀποδόντες τὸν ἄσχετα δωρούμενον, ἤγουν οἱ ἑρμηνεύσαντες, ὅτι ἀσχέδωρός ἐστιν ὁ ἄσχετα δωρούμενος, ὡς οἷά τις μεγαλόδωρος. χρῆσις δέ, φασιν, ἀσχεδώρου, παρ' Αἰσχύλῳ, διατρίψαντι ἐν Σικελίᾳ καὶ εἰδότι. φησὶ γάρ· ἔδυ δ' ἐς ἄντρον ἀσχέδωρος ὥς. λέγει δὲ καὶ ἡ κωμῳδία· ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ, οὔτ' ἀσχέδωρος νεμόμενος καπρώζεται. ἔνθα καὶ ὅρα τὸ καπρώζεται, οὗ, ὥς που καὶ ἐν Ἰλιάδι παρεσημάνθη, θέμα παρ' ἄλλοις πρωτότυπον τὸ καπρῶ. ἐξ οὗ καὶ γυνὴ καπρῶσα ἡ μάχλος. ἐτυμώτερον δὲ κατὰ τὸν Ἀθήναιον τὸ σῦς ἐν τρισὶ γράμμασιν ὡς ἀπὸ τοῦ σεύεσθαι καὶ ὁρμητικῶς ἔχειν τὸ τοιοῦτον ζῷον. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς δίχα τοῦ πρώτου σίγμα. οἱ δέ φασιν εἰρῆσθαι σῦν ὡς οἱονεὶ θῦν τὸν εἰς θυσίαν εὐθετοῦντα. ∆ῆλον δὲ ὅτι καὶ ὄνομα ἰχθύων ὕες, οἷον, ἐν δ' αἴνῳ καὶ τῷ πόντῳ, τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμίτην ὀρυκτήν. Ἔτι ἰστέον καὶ ὅτι σύαγρος οὐ παρὰ πᾶσιν ὁ ἀπὸ συὸς ἀγρίου σύνθετος, ἀλλὰ καὶ κύων ὁ σύας ἀγρεύων. Σοφοκλῆς σὺ δ', ὦ σύαγρε, Πηλιωτικὸν βρέφος. παρὰ δὲ Ἡροδότῳ ἔστι καὶ κύριον ὄνομα Σύαγρος. καὶ ὅτι σῦς ἀσχέδωρος εἰρῆσθαι δοκεῖ οὐχ' ὁ ἁπλῶς, οἷον ὁ σίαλος ἢ ἡ ἀγελαῖος, ἀλλ' ὁ μονιὸς, ἤδη δὲ καὶ ὁ χλούνης, ὁ καὶ χαλεπὸς καὶ ἄλκιμος, ὃν δὴ χλούνην οἱ ἐκτομίαν, φασὶ, λέγοντες τελείως ἀπήρτηνται τοῦ ὑποκειμένου, ἤγουν αἰωροῦνται, ἠερέθονται, οὐδὲν ἔμπεδον καὶ βέβαιον λέγουσιν, ἀλλὰ δηλαδὴ ἀνεμώλια λαλοῦσι καὶ οὐδέν τι τοῦ ὑποκειμένου ἅπτονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸν μονιὸν σῦν, οὗ διενήνοχεν ὁ μονίας, καθὰ καὶ ὁ μονώτης, λεγόμενα ἐπὶ ἀνθρώπου ἐρημάζοντος. ἐπὶ τούτοις ἰστέον καὶ ὅτι, καθὰ καὶ ὗς θαλάσσιος, οὕτω καὶ κάπρος, ὡς δηλοῖ καὶ Ἀθήναιος ἐν τῷ, κάπρον ἂν ἐσίδῃς θαλάττιον, ὠνοῦ καὶ μὴ καταλίπῃς κἂν ἰσόχρυσος ἔνι, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ' ἀθανάτων· τὸ γάρ ἐστι νέκταρος ἄνθος· ὃ παραποίησίς ἐστι τοῦ, νέκταρος ἀποῤῥὼξ, ὡς καὶ προεγράφη. (ῃερς. 444.) Ἐν δὲ τῷ, κτύπος ποδοῖϊν, ὅρα ὡς ἀπὸ μέρους τοῦ κατ' ἄνδρας ἔφρασε τὸ ποδοῖϊν, οὐ προσλογισάμενος καὶ τοὺς τετράποδας κύνας. (ῃερς. 446.) Τὸ δὲ φρίσσειν ὅτι κυρίως τριχῶν δηλοῖ ὄρθωσιν, πολλαχοῦ δεδήλωται. διὸ πάνυ κυριολεκτεῖται ἐνταῦθα τὸ, φρίξας λοφιάν. Λοφιὰ δὲ ἐπὶ συὸς κυριολεκτεῖται, καθά περ ἡ χαίτη ἐπὶ ἵππου καὶ λέοντος. ἴσως δὲ ἡ λοφιὰ καὶ ἐπὶ τοιούτων λέγεται, ὡς δηλοῖ ὁ γράφων, ζῷα λόφουρα τὰ, ὥς φασί τινες, ἔχοντα λόφους καὶ οὐράς. πρὸς ὃ ἔστιν εἰπεῖν, ὡς διαφέρει λόφος καὶ λοφιά. λέγεται δὲ λοφιὰ ὡς ἐν τῷ λόφῳ οὖσα ἤγουν τῷ περὶ τὸν αὐχένα τόπῳ, περὶ οὗ εἰς τὸ καταλοφάδια προγέγραπται. Τὸ δὲ, πῦρ ὀφθαλμοῖσι δεδορκὼς, ἀντὶ τοῦ, ὡς πῦρ βλέπων. καὶ ἔστιν ὅμοιον τῷ, ὄσσε δέ οἱ πυρὶ ἐΐκτην. (ῃερς. 448.) Τὸ δὲ, πρώτιστος ἔσσυτο ἀνασχόμενος, τουτέστιν ἀνατείνας δόρυ, πιθανὸν ποιεῖ καὶ τὸν παρὰ Φαίαξι λόγον αὐτοῦ τὸ, πρῶτος ἂν ἄνδρα βάλοιμι, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι παρασταῖεν. ἔοικε δὲ νῦν δι' ἀπειρίαν τὴν ἐκ νεότητος ἀτέχνως θρασύνασθαι ὁ Ὀδυσσεύς. διὸ καὶ φθάμενος ἔλασεν αὐτὸν σῦς. (ῃερς. 450.) Τὸ δὲ διήφυσε βάθος δηλοῖ τῆς πληγῆς ἕως ἐγγὺς τοῦ ὀστέου. διὸ καὶ τὴν οὐλὴν εἰκὸς βαθεῖαν οὖσαν ῥᾷον γνωσθῆναι ἂν ὑπὸ τῆς Εὐρυκλείας καὶ ἐν σκότῳ. ἄλλως γὰρ ἐπίπεδος οὖσα καὶ ὁμαλὴ οὐκ ἂν ἔγνωστο. ἀστείως δὲ ἐῤῥέθη τὸ διήφυσε καὶ ἀσφαλῶς, ὡς πολλῆς ἐκεῖθεν ὑγρᾶς σαρκὸς οἷον ἐξαντληθείσης. διάφορον δὲ τὸ διήφυσε πρὸς τὸ ἐπήφυσε τὸ πρὸ βραχέων ῥηθέν. Ῥᾳδία δὲ πάντως ἡ δι' ὀδόντος πληγὴ τῷ συΐ. χαυλιόδων γάρ ἐστι, τουτέστι κεχαλασμένον τὸν ὀδόντα 2.212 ἔξω ἔχων καὶ ὡς οἷά τι βέλος ἀεὶ προβεβλημένος αὐτόν. δῆλον δ' ὅτι ὁ χαυλιόδων καὶ