γὰρ κατὰ γῆς δοκεῖ τὰ παρειμένα σώματα. (ῃερς. 540.) Ὅρα δὲ καὶ τὸ αἰθέρα ἢ ἠέρα θηλυκῶς λεχθὲν, ὡς καὶ ἐν ἄλλοις γίνεται. ἐς αἰθέρα γάρ, φησι, δῖαν ἀέρθη. (ῃερς. 544.) Μέλαθρον δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἐξέχον τῆς δοκοῦ μέρος, οὕτω λεγόμενον διὰ τὸ μελαίνεσθαι καὶ θέρεσθαι ὑπὸ ἡλίου. (ῃερς. 547.) Τὸ δὲ, οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐσθλὸν, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἐμφανῶν ἀγαθῶν. ἀντίκεινται δὲ τὸ ὄναρ καὶ τὸ ὕπαρ. καὶ γίνεται ὄναρ μὲν παρὰ τὸ ὂν καὶ τὸ αἴρειν, ὕπαρ δὲ παρὰ τὸν ὕπνον καὶ τὸ αἴρειν, ἵνα εἶεν ὕπαρ μὲν ὕπνου ἄρσις διὰ τὴν ἐγρήγορσιν, ὡς οἱονεὶ ὕπναρ, ὄναρ δὲ παρὰ τὴν τοῦ ὄντος ἄρσιν· φαντασίᾳ γὰρ τὰ καθ' ὕπνους καὶ οὐκ ἐν ὀντότητι. (ῃερς. 550.) Τὸ δὲ, πότμον ἐφήσω, ἢ ἀντὶ τοῦ ἐπιπέμψω, διά τινων δηλαδὴ βολῶν, ὡς ἀπὸ τοῦ ἵημι ἥσω, ἀφ' οὗ καὶ ἥμων ὁ ἀκωντιστής· ἢ ἀστειότερον ἀντὶ τοῦ ἐντελοῦμαι, ἀπὸ τοῦ ἐφίημι, ὅθεν καὶ ἐφετμὴ ἡ ἐντολὴ, ἵνα λέγῃ, ὅτι ὄλεθρον ἐντελοῦμαι αὐτοῖς, ὁποῖον ἐπετείλατό τισι Παλλὰς Ἀθήνη ἐν τοῖς πρὸ τούτων. (ῃερς. 553.) Πύελος δὲ συνήθως ἡ λεκανίς. οὐκ ἂν δὲ ἴσως αὕτη παρὰ τὸ πτύειν γίνοιτο, ἀλλὰ παρὰ τὸν πυὸν, ὅς ἐστιν ἀπάνθισμα γάλατος, καθὰ δηλοῦται ἀλλαχοῦ, ὡς τοιούτων ἴσως ἀγγείων ξυλίνων χρησιμευόντων εἰς ὑποδοχὴν πυοῦ τοῖς νομεῦσι κατὰ τοὺς προῤῥηθέντας γαυλούς. (ῃερς. 555.) Τὸ δὲ, ὑποκρίνασθαι ὄνειρον, τὸν ὀνειροκρίτην συντίθησι. (ῃερς. 556.) Τὸ δὲ, ἄλλῃ ἀποκλίναντα, πρωτότυπόν τί ἐστι τοῦ παρακλιδὸν ἐπιῤῥήματος, οὗ χρῆσις ἐν τῷ, οὐκ ἂν ἄλλα εἴποιμι παρακλιδὸν, ἤγουν ἀποκλίνας τῆς ἀληθείας. (ῃερς. 560.) Ὅτι δόξαν τῷ ποιητῇ φιλοσοφῆσαί τι περὶ ὀνείρων ὡς πῇ μὲν ψευδομένων, πῇ δὲ καὶ ἀληθῆ τινὰ δηλούντων, πλάττει τὴν Πηνελόπην μετὰ τὴν, ὡς ἐῤῥέθη, λύσιν τοῦ κατὰ τοὺς χῆνας ὀνείρου λέγουσαν τῷ ὀνειροκρίτῃ Ὀδυσσεῖ οὕτω· ξεῖνε, ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι γίνονται. (ῃερς. 561.) οὐδέ τι πάντα, τὰ τῶν ὀνείρων δηλαδὴ, τελείεται ἀνθρώποισι. καὶ τοῦτο μὲν γνωμικῶς ἐῤῥέθη. (ῃερς. 562.) τὸ δὲ ἐφεξῆς τέρας ἔχει τι συμβολικόν. ἐπάγει γάρ· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι· τῶν οἳ μὲν ἂν ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, οἱ δ' ἐλεφαίρονται, ἔπε' ἀκράαντα φέροντες. οἳ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, οἵ ῥ' ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. (ῃερς. 568.) ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεν· ἦ γὰρ ἂν ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο, ἀλλὰ δηλονότι ἐκ τῆς ἐλεφαντίνου πύλης ὁ κατὰ τοὺς χῆνας ἦλθέ μοι ὄνειρος. ὀκνεῖ γὰρ πεισθῆναι ἡ Πηνελόπη ὡς τῶν τοσούτων μνηστήρων περιγενήσεται μόνος ὁ Ὀδυσσεύς. (ῃερς. 562.) Ἰστέον δὲ ὅτι τὰς τῶν ὀνείρων ταύτας θύρας ἐξέτριψαν πολλοὶ τῶν σοφῶν, οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως δι' αὐτῶν ὁδεύσαντες. καὶ οἱ μὲν ἀκολουθοῦντες τῷ ποιητῇ καὶ ἐξ αὐτοῦ ἔχοντες ἀφορμὰς οὕτω πως τὰς τοιαύτας ὑπανοίγουσι θύρας τοῖς ἐθέλουσι θεωρεῖν τὰ κατ' αὐτὰς, λέγοντες αἴνιγμα τὸν λόγον εἶναι, βουλόμενον εἰπεῖν, ὡς οὐ πάντες οἱ ὄνειροι ἀληθεῖς, ἀλλ' οἱ μὲν αὐτῶν τοιοῦτοι, οἱ δὲ ψευδεῖς. διὸ λέγειν τὸν ποιητὴν κερατίνην μὲν πύλην, ὅθεν οἱ ἀληθεῖς καὶ ἔτυμα κραίνοντες, παρηχουμένου πως τοῦ κραίνειν τοῖς κέρασιν, ὡς ἐκ τοῦ κέρας κεραίνω καὶ κραίνω· ἐλεφαντίνην δὲ, ὅθεν οἱ ψευδεῖς καὶ ἐλεφαιρόμενοι, ὅ ἐστι παραλογιζόμενοι, ἀπατῶντες, καὶ ἔλπεσθαι μόνον ποιοῦντες. ἐντεῦθεν γὰρ τὸ ἐλεφαίρω, ὡς οἷον εἰπεῖν, ἐλπαίρω, οὗ χρῆσις καὶ ἐν Ἰλιάδι. οὐδ' ἂρ Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων· ὅ ἐστιν ἀπατήσας,βλάψας. ἐντεῦθεν δὲ ἔστι πορίσασθαι, ὡς εἴ γε τὸ ἐλεφαίρειν ἐκ τοῦ ἔλπειν γίνεται, εἶεν ἂν προσφυεῖς ἀλλήλοις καὶ ὁ Ἐλπήνωρ καὶ ὁ Ἐλεφήνωρ, οὐ πρὸς ἔμφασιν μέντοι ψόγου, εἴ γε μὴ ὅτε ὁ δόλων ἆτος Ὀδυσσεὺς μήτε ὁ κλεπτοσύνῃ τε ὅρκῳ τε κεκασμένος βασιλεὺς ψογερῶς περιέλκονται. καὶ οὕτω μέν τινες θυροκρουστοῦσι τὰς τῶν ὀνείρων πύλας. Ἕτεροι δὲ ὁμοίως μὲν, κατὰ δὲ ἀλλοίαν ἐπιβολὴν κερατίνην μέν φασι τὴν ἀληθῆ καὶ διαφανῆ, ἐλεφαντίνην δὲ τὴν ἀσαφῆ καὶ συγκεχυμένην. ἐπεὶ διὰ κέρατος μὲν ἔστιν ἰδεῖν ἐνοπτρισάμενον, δι' ἐλέφαντος δὲ οὒ, ὡς οὐδὲ διὰ γάλακτος. Τινὲς δὲ συμβολικώτερον ἄλλως