∆ημοσθένης, φησὶ,μέμνηται ἐν τῷ κατὰ Νεαίρας. ἐκαλεῖτο δέ, φασι, ψίθυρος διὰ τὸ τὰς εὐχομένας αὐτῇ πρὸς τὸ οὖς λέγειν, ὅ περ ἐδήλου μὲν χρῆναι μυστηριάζεσθαι τὰ τοιαῦτα. οὐκ ἦν δὲ ἀπεικὸς, δηλοῦν καὶ τὸ δεῖν εἶναι ἀπέχειν τὸ τρανὲς τῶν φωνῶν, ὧν μέρος καὶ τὰ θρασέα γελοιαστικά. Ἰστέον δὲ καὶ ὅτι τὸ, γέλωτα καὶ εὐφροσύνην, εὕρηται ἔν τισιν ἀντιγράφοις, γέλω τε καὶ εὐφροσύνην, ἀποκοπὲν ἴσως καὶ αὐτὸ ὁμοίως τῷ, γέλω ἔκθανον. τοιαύτη δὲ ἀποκοπὴ καὶ ἐν τῷ, ἱδρῶτα ἱδρῶ. (ῃερς. 10.) Τῷ δὲ μερμηρίζειν σύστοιχον, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε, καὶ ἡ μέρμηρα, ὅ πέρ ἐστι φροντίς· οὗ χρῆσις ἐκεῖ παρήνεκται τὸ, ἄμπαυμά τε μερμηράων. συστοιχεῖ δὲ τούτοις καὶ ἐπίῤῥημα τὸ ἀμερμηρεὶ, ὅ πέρ ἐστι δίχα μερίμνης, ἣ καὶ αὐτὴ ἐκ τοῦ μερίζειν γίνεται· ὅθεν καὶ τὸ μερμηρίζειν καὶ τὰ κατ' αὐτό. (ῃερς. 12.) Τοῦ δὲ, ἐῷ μνηστῆρσι μιγῆναι, τὸ πρῶτον εὐκτικὸν, ἐάοιμι ἐῷμι, ὡς βοάοιμι βοῷμι, τὸ δεύτερον ἐῷς, καὶ τρίτον ἐῷ μετὰ προσγεγραμμένου τοῦ ˉι πρὸς διαστολὴν τοῦ ἐῶ ἐνεστῶτος· ἐκ δὲ τούτων τὸ ἐῴην ἐῴης ἐῴη. τοιαύτης δὲ ἀκολουθίας καὶ τὸ ὁράοιμι ὁρῷμι, ὁράοις ὁρῷς, ὁράοι ὁρῷ μετὰ προσγραφῆς τοῦ ˉι· πληθυντικὸν δεύτερον ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ˉο μικροῦ, ὁρόῳτε ἐν Ἰλιάδι, οἷον, νῦν δὲ φίλως χ' ὁρόῳτε, ἤγουν ἡδέως ἂν βλέποιτε. (ῃερς. 14.) Τί δὲ τὸ ἀμαλὸν καὶ ἡ ἀμαλὴ, ἐξ ὧν καὶ τὸ ἀμαλδύνειν πλεονασμῷ τοῦ δέλτα, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ περιβαίνειν καὶ τὸ ἀμφιβαίνειν τισὶ, ταυτὰ ὄντα, ὅτι φυλακὴν καὶ σκέπην δηλοῦσι συμμαχικὴν, ἡ Ἰλιὰς μυριαχοῦ δηλοῖ. (ῃερς. 15.) Τὸ δὲ ἀγνοιήσασα γίνεται μὲν διὰ χρησιμότητα μέτρου πλεονασμῷ τοῦ ἰῶτα ἐκ τοῦ ἀγνοεῖν, παράγει δὲ ἀναλόγως τὴν ἄγνοιαν. Ὑλακτεῖν δὲ καὶ ὑλάειν δῆλον ὅτι ἀδιάφορά εἰσι. πρωτότυπον δὲ τὸ ὑλάειν· δεύτερον δὲ ἀπ' αὐτοῦ τὸ ὑλάσσειν· ἐξ οὗ ὄνομα ὑλακτὸς, καὶ ἀπ' αὐτοῦ ῥῆμα τὸ ὑλακτεῖν, ὁμοίως τῷ τάσσω, ἄτακτος, ἀτακτῶ. (ῃερς. 16.) Ἀγαιόμενος δὲ κακὰ ἔργα ὁ μεμφόμενος, ἐκ τοῦ ἀγῶ ἀγαίω, ὡς γῶ γαίω τὸ γαυριῶ. ὅτι δὲ τὸ ἀγαιομένου καὶ ἀταιομένου γράφεται ὡς ἀπὸ τοῦ ἀτῶ ἀταίνω τὸ βλάπτω, οἱ παλαιοὶ δηλοῦσι κριτικοί. (ῃερς. 17.) Στῆθος δὲ πλήττεται διὰ τὸ ἐκεῖσε πάθος τοῦ θυμοῦ ἐν καρδίᾳ. οὕτω καὶ ποὺς ἀνδρὸς στρατιωτικοῦ ἐν πολέμῳ ὑποτρέμων πεπείραται ἐν τοῖς νῦν, δόρατι πληγεὶς ὑπὸ τοῦ πάσχοντος, κολάσοντος οὕτω τὸ μέρος, ὅθεν τὸ κακόν. Τὸ δὲ ἠνίπαπε πλεονασμὸν ἔχει ποιητικόν· τὸ γὰρ κοινὸν ἤνιπα, μέσος παρακείμενος τοῦ ἐνίπω. (ῃερς. 18.) Τὸ δὲ, τέτλαθι κραδίη, ἀπὸ μέρους ἀντὶ τοῦ, σὺ, ὦ Ὀδυσσεῦ. διὸ καὶ ὑποκαταβὰς ἔφη· ὀϊόμενον θανέεσθαι, σὲ 2.224 δηλονότι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι τὸ, τέτλαθι κραδίη καὶ ἑξῆς, παρῴδησέ τις οὕτως ἐν τοῖς τοῦ Ἀθηναίου· τέτλαθι δὴ πενίη καὶ ἀνάσχετο μωρολογούντων. οἷς ἐπῆκται καὶ τὸ, ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής· ὅ περ παρῳδία ἐστὶ τοῦ, πόλεμος δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. Τὸ δὲ κύντερον πάνυ καιρίως ἐνταῦθα κεῖται, τὴν ἀσφάλειαν ἔχον ἐκ τῆς ῥηθείσης κατὰ τὴν κύνα παραβολῆς. Ὡς δὲ ἐκ τοῦ Κύκλωπος τοῦ ποιητικοῦ παραποιήσας Ἐμπεδοκλῆς κύκλωπα κούρην ἔφη τὴν τοῦ ὀφθαλμοῦ κατὰ λόγον δριμύτητος, ἐδηλώθη καὶ ἀλλαχοῦ. (ῃερς. 22.) Ὅτι καὶ ἐνταῦθα καθάπτεσθαι τὸ λογικῶς ἀποτείνεσθαι, οἷον, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ, τουτέστιν ὡς πρὸς τὴν καρδίαν ἀποτεινόμενος. διὸ καὶ ἐπάγει· (ῃερς. 23.) τῷ δὲ μάλα ἐν πείσῃ κραδίη μένε, ἤγουν τὸ ῥηθὲν ἦτορ, τετληυῖα. ἔστι δὲ τὸ πείσῃ ἀντὶ τοῦ πειθοῖ ἀπὸ εὐθείας τῆς ἡ πεῖσα. ἅπαξ δὲ καὶ τοῦτο ἐνταῦθα κεῖται. Τὸ δὲ τετληυῖα καιρία λέξις ἐν τούτοις, ὥς περ καὶ τὸ τολμᾶν. διὸ καὶ πολλάκις τούτοις ὁ ποιητὴς ἐν τοῖς παροῦσιν ἐχρήσατο. δῆλον δὲ ὅτι ὁ κατορθῶν τὸ τοιοῦτον οὐ μόνον τλήμων λέγεται, ἀλλ' εἰκότως καὶ σχέτλιος παρὰ τὸ ἀνέχεσθαι καὶ τλῆναι. διὸ μετ' ὀλίγα (ῃερς. 45.) σχέτλιον ἡ Ἀθηνᾶ ἐρεῖ Ὀδυσσέα τὸν ταῦτα λέγοντα. (ῃερς. 24.) Ὅτι τὸ ἄϋπνον ὄντα τὸν Ὀδυσσέα ὧδε καὶ ἐκεῖ ἑλίττεσθαι καὶ οὐχ' ἁπλῶς ἀλλὰ συχνὰ μεριμνῶντα νυκτὸς παραβάλλων εἰς ὁμοιότητα πράγματος ὁ ποιητὴς φησίν· ὡς δ' ὅτε γαστέρ' ἀνὴρ, πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος ἔνθα καὶ ἔνθα αἰόλλει, μάλα δ' ὦκα