ἀμφιπολεύειν κόραι ἂν πάθοιεν ἔκτοποι πατρίδος γενόμεναι καὶ δειναῖς περιτυχοῦσαι τροφοῖς ἢ δεσποίναις. (ῃερς. 81.) Γαῖα δὲ στυγερὴ ἡ κατὰ τὸν Ἅιδην. ἡ γὰρ ἄνω φίλη μήτηρ, καὶ διατοῦτο ∆ήμητρος τόπος. καὶ ἄλλως δὲ ὁ τάφος εἴη ἂν γαῖα στυγερή. ὡς καὶ 2.227 Ἐριννύες στυγεραί. (ῃερς. 83.) Ὅτι ὁ μὴ μόνον ἐν ἡμέρᾳ ἔμφροντις ὢν ἀλλὰ καὶ νύκτωρ δειματούμενος εἴποι ἂν τὸ, ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχειν κακὸν ὁππότε κέν τις ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, νύκτας δ' ὕπνος ἔχησιν. (ῃερς. 85.) ὁ γὰρ, τουτέστιν ὁ ὕπνος, ἐπέλησεν ἁπάντων ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἂρ βλέφαρ' ἀμφικαλύψει. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευε κακὰ δαίμων. Τὸ δὲ περὶ ὕπνου ἐνταῦθα γνωμικῶς ἐῤῥέθη, ὃς λήθην ἐπάγει οὐ μόνον κακῶν, οἷα μελεδήματα λύων, ἀλλὰ καὶ ἀγαθῶν. ἐντεῦθεν οὖν καὶ λητὼ ἡ νὺξ, καθ' ἣν μάλιστα ὕπνου καιρός. (ῃερς. 86.) Τὸ δὲ ἀμφικαλύψει ὡς ἀπὸ δικτύων μετήνεκται, ἃ καταπετασθέντα ὀρνίθων καλύπτει αὐτὰ ἔσω. (ῃερς. 88.) Ὅτι ὅραμα κἀνταῦθα ἡ Πηνελόπη καθ' ἑαυτὴν ἀφελῶς ἀφηγουμένη φησιν· ὡς τῇδέ μοι νυκτὶ Ὀδυσσεὺς παρέδραθεν ἴκελος αὐτῷ, τοῖος ἐὼν, οἷος ᾖεν, τουτέστιν ἤϊεν ἤτοι ἀπῄει, ἅμα στρατῷ. αὐτὰρ ἐμὸν κῆρ χαῖρεν, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ· περὶ ὧν προείρηται. (ῃερς. 91.) ὣς ἔφατο· αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς· ὃ δὴ ἀποτελεῖσθαι ὡς ταπολλὰ δηλοῖ τὰ πρὸς ὄρθρον ὀνειροπολούμενα. (ῃερς. 88.) Ἰστέον δὲ ὡς, εἰ καὶ σαφὲς ἦν τὸ, ἴκελος αὐτῷ, ἀλλ' εἰς πλέον διασαφεῖται δι' τοῦ, τοῖος ἐὼν οἷος ἀπῄει ἐς στρατόν. πολλαὶ γὰρ ἀνθρώπου πρὸς ἑαυτὸν διαφοραὶ ἄλλοτε ἄλλαι, γυμνουμένου, ἐνδεδυμένου, ὡπλισμένου, ἀόπλου, λυπουμένου, χαίροντος, σιγῶντος, λαλοῦντος, νοσοῦντος, εὐρωστοῦντος, αὐξομένου, ἀκμάζοντος, φθίνοντος, καὶ τἄλλα μυρία ὅσα. τὸ τοίνυν ὅραμα ἴκελον Ὀδυσσεῖ ἄγει φάντασμα οὐ δαινυμένῳ, οὐκ ἀγορεύοντι, ἀλλὰ στρατευομένῳ καὶ ἀκμαίῳ καὶ μὴ ὠμογέροντι, ὁποῖος ἄρτι ἐστιν. Ὅρα δὲ καὶ ὡς πάνυ ἀστείως παρεσημειώθη ἐνταῦθα τὸ, ἴκελος αὐτῷ, ἵνα δειχθῇ, ὡς ὁ ξεῖνος οὐ δοκεῖ τῇ Πηνελόπῃ ἴκελος ἐκείνῳ εἶναι, οἷα μηδὲ γνωρισθείς. Ὅρα δὲ ὡς τοῦ πράγματος ἤδη ἐκβαίνοντος συχνὰ τὰ ἐπ' αὐτῷ σημεῖα πλάττονται, ὡς εἰκὸς, γίνεσθαι. (ῃερς. 92.) Ὅτι εὐλαβὴς ἀεὶ ἐν τοῖς καιρίοις ὁ ἀγχίνους. διὸ καὶ Ὀδυσσεὺς ἀφυπνισθεὶς πρὸς ἡμέραν καὶ κλαιούσης τῆς γυναικὸς ὄπα συνθέμενος μερμήριζε, (ῃερς. 93.) δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη ἐκ τῆς μαίας ἢ τοῦ υἱοῦ τυχὸν γινώσκουσα παριστάμεναι κεφαλῇφιν. οἴεται γὰρ ἴσως καὶ τὸ δάκρυον ἐφ' ἡδονῆς εἶναι ἄρτι τῇ γυναικί. διὸ χλαῖναν μὲν συνελὼν καὶ κώεα τοῖσιν ἐνεῦδεν ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην θῆκε θύραζε φέρων, τουτέστιν ἐξέθηκε θύραζε, ἢ ἐκφέρων ἔθηκε θύραζε. (ῃερς. 95.) Τὸ δὲ συνελὼν ἀντὶ τοῦ συνάξας, συνειλήσας· καὶ κεῖται ἡ λέξις καὶ ἐν Ἰλιάδι ἐν τῷ, ἀμφοτέρας ὀφρῦς σύνελε λίθος. ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ, συνελόντα φάναι, παρὰ τοῖς ὕστερον, καὶ τὰ παρὰ τοῖς γραμματικοῖς συνῃρημένα, καὶ ἡ συναίρεσις, δι' ἧς αἱ λέξεις ἐκ πλατυτέρων καὶ ἀναπεπταμένων συνάγονται εἰς βραχύτερον. Τὸ δὲ, οἷς ἐνεῦδε, διασαφητικὸν τῶν ἐνευναίων ἤγουν ἐγκοιτίων ἐστί. δῆλον γὰρ ὅτι ἐνεύναιον, ᾧ ἐνεύδει τις ἤτοι ἐγκοιμᾶται. (ῃερς. 98.) Ὅτι παραρτύει κἀνταῦθα Ὅμηρος πολυμαθείας χάριν τὸν λόγον, οἷς περὶ μαντικῶν σημείων καιρίως ἐρεῖ, οὕτως ἀρέσαν αὐτῷ. πλάττει οὖν τὸν Ὀδυσσέα πιθανῶς κατ' ἐπιθυμίαν τοῦ μαθεῖν τὸ μέλλον εὐχόμενον οὕτω, καὶ δὴ καὶ εἰσακουόμενον διὰ τὸ δίκαιον τῆς εὐχῆς· Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἤγετ' ἐμὴν ἐς γαῖαν ἐπεί μ' ἐκακώσατε λίην, φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων ἔνδοθεν, ἔκτοσθεν δὲ ∆ιὸς τέρας ἄλλο φανήτω. καὶ ὁ μὲν οὕτως εὔξατο. Ζεὺς δὲ, τουτέστιν ἀὴρ, αὐτίκα ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου ὑψόθεν ἐκ νεφέων, γήθησε δὲ δῖος Ὀδυσσεύς. φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς πλησίον· ἔνθ' ἄρα οἱ μύλαι εἴατο ποιμένι λαῶν, ἐν αἷς δώδεκα πᾶσαι ἐπεῤῥώοντο γυναῖκες, ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. (ῃερς. 109.) αἱ μὲν δὴ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, οἷα δηλαδὴ νεώτεραι καὶ