εἰς θυσίαν πόπανα ἤλουν, καὶ ἦσαν ἔντιμοι. (ῃερς. 106.) Τὸ δὲ πλησίον ἢ χρονικόν ἐστι, καθάπερ ἀλλαχοῦ τὸ ἄγχι, καὶ ἔστιν ὥς περ αὐτίκα ἐβρόντησεν, οὕτω καὶ ἡ γυνὴ ἐλάλησεν πλησίον ἤγουν εὐθύς· ἢ καὶ ἄλλως, πλησίον τοῦ Ὀδυσσέως· οὕτω γὰρ καὶ ἠκούσθη. ὃν τρόπον καὶ τὴν βροντὴν μεγάλην πλάττει ἐν τῷ, μεγάλ' ἐβρόντησας, ἵνα ἡ γραῦς ἀκούσῃ ἐντός. ἄλλως γὰρ οὐκ ἂν ἤκουσεν ἀντιβομβούσης παρ' αὐτῇ τῆς μύλης, ἣ καὶ μύλων καὶ μύλος δὲ παρὰ τοῖς ὕστερον λέγεται. ἀφ' ἧς καὶ μυλίας λίθος ὁ εἰς ἀλετὸν χρήσιμος. ἐξ αὐτῆς δὲ καὶ μυλλὸς, ὡς εἰκὸς, ὁ διεστραμμένος τὴν ὄψιν, διαστελλόμενος τῷ ὀξεῖ τόνῳ τοῦ Μύλλος, ὅ πέρ ἐστι κύριον ὑποκριτοῦ παλαιοῦ, ὃς μιλτωτοῖς, φασὶ, προσωπείοις ἐχρήσατο. ἴσως δὲ ἐκ μύλης, ᾗ ὁμώνυμος καὶ ἡ κατὰ τοὺς ὀδόντας, καὶ τὸ μύλλειν παρὰ Θεοκρίτῳ ἐλέχθη ἐπὶ μίξεως οὐ σεμνῆς. ὁμολογουμένως δὲ καὶ ἡ ἐπιμύλιος ᾠδὴ, ἣν περὶ τοὺς ἀλετοὺς ᾖδον· αὐτὴ δὲ καὶ μυλωθρὸς ἐλέγετο ὁμωνύμως ἀνδρὶ ἢ γυναικὶ ἀθρούσῃ τὴν μύλην· ἔτι δὲ ἡ αὐτὴ καὶ ἱμαῖος κατὰ τὸν Ἀθήναιον, ἴσως, καθά φησιν ἐκεῖνος, ἀπὸ τῆς ἱμαλίδος· ἱμαλὶς δέ φησι παρὰ ∆ωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλετῶν. λέγει δὲ νόστον ὁ ῥήτωρ ἐνταῦθα οὐ τὸν Ὁμηρικὸν καὶ συνήθη, ἀλλά τινα δαίμονα ἐπιμύλιον ἔφορον τῶν ἀλετῶν, ὃς καὶ εὔνοστος ἐλέγετο· οὗ παρώνυμον τὸ νόστιμον. ὅτι δὲ μύλαι καί τινες ὀδόντες λέγονται, δῆλον ἐστὶ πᾶσιν ὅσοι καὶ μυλόδοντας καὶ ἀλήθοντας τοὺς τοιούτους καλοῦσι. περὶ δὲ μύλης καὶ ἀλετρίδων, ὧν ῥῆμα 2.229 τὸ ἀλετρεύειν, καὶ ἐν τοῖς κατὰ τὸν Ἀλκίνοον εἴρηται. (ῃερς. 109.) Τὸ δὲ ἀλῶ, ἐξ οὗ τὸ ἀλήθω, οὐ μόνον πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶν, ἀλλά που καὶ δευτέρας, ὡς δῆλον παρ' Ἀθηναίῳ ἐν τῷ, ἤλων ὄρθριαι τὰ σιτία. ἐκ δέ γε τῆς πρώτης, ἀφ' ἧς καὶ ὁ ῥηθεὶς ἀλετὸς, ἔστι καὶ περιεκτικὸν ὁ ἀλετὼν, οἷον, ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ ἀλήσας ἐξένισεν αὐτούς. (ῃερς. 105.) τὴν δὲ ῥηθεῖσαν ἀλετρίδα συντακτέον καὶ αὐτὴν τοῖς τιμίοις δούλοις τοῦ Ὀδυσσέως, καθὰ καὶ τὴν Εὐρυνόμην καὶ τὴν Εὐρύκλειαν, δίχα γε τῶν ἀῤῥένων. εἰ γὰρ καὶ οὐδὲν ὑγιὲς ψυχῆς δούλης, οὐδὲ χρὴ κατὰ τὸν εἰπόντα πιστεύειν αὐτοῖς, ὅμως ἔστιν οὗ καὶ ἀγαθοὶ πολλοὶ εὑρίσκονται. φασὶ γοῦν ἐν Κυδωνίᾳ νενομισμένας τινὰς ἑορτὰς εἶναι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ' οἱ δοῦλοι πάντων κρατοῦσι, καὶ κύριοι μαστιγοῦντες εἰσὶ τοὺς ἐλευθέρους. εἰ δ' ἄλλως τῷ τοιούτῳ λόγῳ ἀντίκεινταί τινα τοπικὰ ἔθη, ἀλλ' ἐκεῖ νοητέον, οὐ πιστοὶς ἀπεκβῆναι τοὺς δούλους καὶ οἵους τιμᾶσθαι. λέγονται γοῦν οἱ ἐν τῇ νήσῳ Κῷ δοῦλοι, ὅτε τῇ Ἥρᾳ θύουσιν οἱ ἐκεῖ, οὔτε εἰσιέναι εἰς τὸ ἱερὸν, οὔτε γεύεσθαί τινος τῶν παρεσκευασμένων, ὡς ἱστορεῖ Ἀθήναιος. παρ' ἄλλῳ δέ τινι πλάττεταί, φησιν, οἰκέτης ἀγανακτῶν ὅτι πολλῶν παρακειμένων τοῖς δεσπόταις, οὐδὲ τῶν λειφθέντων θέμις δούλων φαγεῖν· ὃ δή που ὑπεμέμψατο καὶ ὁ Εὔμαιος ἐπὶ τῇ δεσποίνῃ Πηνελόπῃ, οὐχ' ὡς κακὴν μέντοι ἐκείνην αἰτιώμενος, ἀλλὰ δηλῶν, ὡς διὰ τοὺς μνηστῆρας οὐκ ἔχει τῶν δούλων ἐμπάζεσθαι, (ῃερς. 106.) Τὸ δὲ, μύλαι εἵατο, ἀντὶ τοῦ ἐκάθηντο, ἔκειντο· ταυτὰ γάρ πως τῷ γένει ἄμφω ταῦτα. οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν, ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο. κυριολεξία δὲ τοῦ εἵατο ἀντὶ τοῦ ἐκάθηντο ἐν τῷ, πεντηκόσιοι δ' ἐν ἑκάστῃ, ἕδρῃ δηλαδὴ, εἵατο. οὕτω καὶ ἐν Ἰλιάδι τὸ, εἴαται ἐν μεγάροις ποτιδέγμεναι, ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνταί, φησιν, ἀλλ' ὑπάρχουσιν, ἤγουν εἰσίν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται, οἷον, διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι, καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκειται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται, μεταπεσούσης κἀνταῦθα τῆς εˉι διφθόγγου εἰς ἦτα. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ˉν ἀναλόγως ἦνται, κατὰ τὸ, πεποίηται πεποίηνται καὶ τὰ ὅμοια· εἶτα Ἰωνικῇ τμήσει τοῦ ἦτα εἰς ˉε καὶ ἄλφα, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται. Ὅμηρος δὲ κατὰ Ἰάδα