τὴν ἀρετὴ, καὶ τοσοῦδε τινὸς τιμῶμαι τήνδε τὴν ὕλην. (ῃερς. 132.) Ἐμπλήγδην δὲ κατὰ τοὺς παλαιοὺς τὸ ἀκρίτως παρὰ τὸ ἐμπελάζειν ἢ ἐμπλήσσειν ἤτοι ἐμπίπτειν ὅπως ἂν καὶ τύχοι τοῖς πράγμασι. Καὶ ἄλλως δὲ ἐμπλήγδην τὸ δίκην ἐμπλήκτου τινός. ἔμπληκτος δὲ ὁ ἄστατος καὶ οἱονεὶ ἔσω πεπληγμένος καὶ οὐ κατὰ φύσιν φρονῶν, ὥς περ ἔκπληκτος ὁ ἔξωθεν πεπληγμένος κατὰ τοὺς ἐμβροντήτους καὶ ἐκπεπαταγμένους καὶ ἔκθαμβος κατὰ τὴν κοινῶς λεγομένην ἔκπληξιν. ὁ μέντοι παραπλὴξ ποτὲ μὲν τὸν ἔμπληκτον δηλοῖ, ποτὲ δὲ τὸν παράμουσον καὶ ἀπαίδευτον καὶ, ὡς εἰπεῖν, ἀπῳδόν· καθὰ καὶ παρὰ τῷ κωμικῷ κεῖται. (ῃερς. 133.) ὁ δὲ χείρων καὶ ὁ ἀρείων, ὥς περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα ἀντίκεινται. Τὸ δὲ ἀτιμῶ ἀτιμήσω σύνηθες τῷ ποιητῇ, ὡς ἡ Ἰλιὰς δηλοῖ, ἔνθα καὶ ἀτίμητος ὁ ἄτιμος. οἱ δὲ ὕστερον ἀτιμῶ ἀτιμώσω φασίν. (ῃερς. 136.) Ἐν δὲ τῷ, οἶνον ἔπινε, σίτου δὲ οὐκ ἔφη πεινῆν, ἐν οἷς ἔοικε παρήχησίς τις εἶναι, ψεύδεσθαι ἡ γραῦς δοκεῖ· οὐδὲν γὰρ τοιοῦτον ἐφάνη γενέσθαι εἰς τὸν Ὀδυσσέα παρὰ τῇ Πηνελόπῃ, καὶ ἦν καίριον ὑπὲρ τῆς δεσποίνης τὸ ψεῦδος τῇ δούλῃ. καὶ ἄλλως δὲ ἀπεικὸς οὐδὲν κατὰ τὸ σιωπώμενον οὕτω γενέσθαι, ὡς ἡ δούλη ἔφη. (ῃερς. 146.) ἔστι δὲ καὶ μετ' ὀλίγα ὅμοιον σχῆμα σιωπηρόν· διεκβέβηκε γὰρ εἰς ἀγορὰν ὁ Τηλέμαχος, ἔχων καὶ πάλιν κύνας πόδας ἀργοὺς ἑπομένους. καὶ τοῦτο μὲν ὁ ποιητὴς παρεσημήνατο, τὸ δὲ καὶ εἰσελθεῖν ἐκεῖνον μὴ ἐκλαληθὲν ἀφείθη νοεῖσθαι κατὰ τὸ σιωπώμενον, ὥς περ καὶ αὐτὸ τοῦτο τὸ, ὡς καὶ ἐνέτυχέ τισιν, ὡς εἰκὸς, ἐν τῇ ἀγορᾷ καὶ ἐλάλησε τὰ δοκοῦντα. ἔθος γὰρ ἦν τοῖς κρατοῦσιν ἐπ' ἀγορᾶς ἕωθεν προϊέναι καὶ ἢ λαλεῖν ἢ ἐκμανθάνειν εἴ τί που νέον συνέπεσε. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 136.) Τὸ δὲ, οἶνον μὲν γὰρ πῖνε, σίτου δ' οὐκ ἔφη πεινήμεναι, κατὰ ἄρσιν καὶ θέσιν δεξιῶς ἐσχημάτισται πρὸς κάλλος· θέσις μὲν γὰρ τὸ οἶνον πίνειν, ἄρσις δὲ τὸ σίτου δὲ οὐκ ἐπείνα. ἔνθα καὶ ὅρα, ὡς δυνάμενος εἰπεῖν, οἴνου μὲν γὰρ ἔπινεν, ὁμοίως τῷ, σίτου δ' οὐκ ἐπείνα, ὅμως καὶ τῇ ἀλλαγῇ τῆς συντάξεως σχῆμα ἕτερον ἐποίησεν, εἰ μὴ ἄρα τὸ πεινᾶν μὲν οἶδε γενικῇ συντασσόμενον, οὐκέτι δὲ καὶ τὸ πίνειν. Τὸ δὲ, ὄφρα ἔθελεν αὐτὸς, ὕφεσίν τινα ἔχει πρὸς τὸ κορέσασθαι. εἴη δὲ ἄν πως ὅμοιον τῷ, πίνειν ὄφρα ἤθελε, καὶ τὸ, σίτου μηκέτι πεινᾶν. δῆλον γὰρ, ὅτι καὶ ὁ μὴ πεινῶν ἤσθιεν ὄφρα ἤθελε. Τοῦ δὲ πεινήμεναι οὔτε ἡ προφορὰ ζηλωτὴ, οὔτε ἡ τοῦ θέματος εὕρεσις· τοῦ μὲν γὰρ πεινήμεναι προϋπάρχει τὸ πεινῆναι, αὐτοῦ δὲ θέμα τὸ πείνημι ἢ τὸ πειναίνω ἐκ τοῦ πεινῶ, ἀπόθετα καὶ αὐτὰ τῇ ποιήσει, καθὰ καὶ τὸ πένθημι ἢ πενθαίνω, ἐξ οὗ τὸ, πενθήμεναι ἄκριτον, καὶ τὸ θαυμαίνω, ἀφ' οὗ τὸ, ἀέθλια θαυμανέοντες. εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι, νοήμεναι· περὶ ὧν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προγέγραπται, 2.231 ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι. Τὸ δὲ, εἴρετο γάρ μιν, ἐῤῥέθη πρὸς τὸ, οὐκέτ' ἔφη· εἰ γὰρ μὴ ἠρωτήθη, οὐδ' ἂν ἔφη. Ἡ δὲ, ὡς ἐῤῥέθη, τοῦ Τηλεμάχου διέκβασις εἰς ἀγορὰν εἰς μικρόν τι χρήσιμός ἐστι τῷ ποιητῇ, διὸ οὐδὲ πολυλογεῖ αὐτήν. ἐξελθὼν γὰρ ὁ Τηλέμαχος ἐκκλίνει μόνον τὸ οἴκοι ἐντυχεῖν τῷ πατρὶ καὶ ἀνάγκην σχεῖν ὁμιλῆσαι καὶ οὕτως ὑποψίαν κινῆσαι τινά. ὁ δὲ ἐν τοσούτῳ βλέπει τοὺς δούλους, ἤγουν τὸν συβώτην Εὔμαιον καὶ τὸν βουκόλον Φιλοίτιον, καὶ λαμβάνει πεῖραν χρησιμεύουσαν αὐτῷ. (ῃερς. 133.) Ἐκ δὲ τῶν ἀνωτέρω κειμένων τὸ μὲν ἐμπλήγδην ἑτέρους μὲν τιμᾶν χείρονας, τοὺς δὲ ἀρείονας ἀτίμως ἀποπέμπειν, ἀδιακρίτου ἤθους ἐστί. (ῃερς. 136.) Τὸ δὲ οἶνον μὲν πίνειν τινὰ ὄφρα ἐθέλῃσι, τοῦ δὲ οὐκέτι πεινῆν, αὐτάρκη δηλοῖ δίαιταν. (ῃερς. 140.) Τὸ δὲ, αὐτὰρ ὅ γε ὥς τις πάμπαν ὀϊζυρὸς καὶ τὰ ἑξῆς, ἐπί τινος ῥηθήσεται χαμαικοιτοῦντος ἑκοντί. (ῃερς. 143.) Τὸ δὲ ἔδραθε σύνθετόν ἐστι· δράθω γὰρ καὶ δραθεῖν τὸ ἀποτιθέναι τὸ δρᾶν, ὅ ἐστι βλέπειν, περὶ οὗ ἀλλαχοῦ εἴρηται. τὸ μέντοι πλάθειν παρὰ Σοφοκλεῖ ἐν τῷ, τὰ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν, οὐχ' οὕτω σύνθετόν ἐστιν, ἀλλ' ἐκ τοῦ πλῶ, τὸ πελάζω, γίνεται πλάθω· ἐξ οὗ ἴσως καὶ Πλαθάνη ἡ παρὰ τῷ κωμικῷ. (ῃερς. 149.) Ὅτι οἰκονομία εἰλαπίνης ἅ περ ἡ δούλη μαῖα