ἀνθρώπους ἀλάλησθαι, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. εἰ δ' ἤδη τέθνηκεν, ᾤ μοι ἔπειτα Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν ἔταξε τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, ὁποῖα τινὰ καὶ ὁ Εὔμαιος ὑπὲρ ἑαυτοῦ φθάσας αὐχεῖ, οὐδέ κεν ἄλλως ἀνδρί γε ὑποσταχύωτο βοῶν γένος εὐρυμετώπων· τὰς δ' ἄλλοι με κέλονται ἀγινεῖν αὐτοῖς ἔδμεναι· οὐδὲ παιδὸς ἀλέγουσιν, οὐδ' ὄπιδα τρομέουσι θεοῦ· ἐθέλουσι δὲ κτήματα δάσασθαι 2.234 ἄνακτος. (ῃερς. 218.) ἐμοὶ δὲ θυμὸς πόλλ' ἐπιδινεῖται, τουτέστιν εἰς πολλὰ στρέφεται. ποῖα δὴ ἐκεῖνα; μάλα μέν, φησι, κακὸν υἷος ἐόντος, τουτέστι ζῶντος, ἄλλων δῆμον ἱκέσθαι αὐτῇσι βόεσσιν, ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. (ῃερς. 222.) καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, τουτέστιν ἱκέτευσα, φεύγων, ἐπεὶ οὐκέτ' ἀνεκτὰ πέλονται. (ῃερς. 224.) ἀλλ' ἔτι τὸν δύστηνον ὀΐομαι, τουτέστιν ἐλπίζω, εἴ ποθεν ἐλθὼν ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείη. ὅ πέρ ἐστι περίφρασις τοῦ σκεδάσει τοὺς μνηστῆρας. (ῃερς. 227. σθθ.) οὕτω τοῦ Φιλοιτίου εἰπόντος θερμότερον, πιστωσάμενος Ὀδυσσεὺς εὔνουν αὐτὸν εἶναι πρῶτα μὲν λαλεῖ εἰς αὐτὸν ἔπαινον ἀγαθοῦ ἀνδρὸς, εἰπών· βουκόλε, ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας, γινώσκω δὲ καὶ αὐτὸς ὅ τοι, ἤγουν ὅτι τοι, πινυτὴ φρένας ἵκει καὶ ἑξῆς. (ῃερς. 230.) εἶτα πληροφορεῖ καὶ αὐτὸν ἔνορκος διὰ τοῦ ∆ιὸς καὶ τῆς τοῦ Ὀδυσσέως ἱστίας, ὡς ἄρα ἐνθάδε ἐόντος ἔτι αὐτοῦ ἐλεύσεται Ὀδυσσεύς. ὃ δὴ καὶ Εὔμαιος ἀκούων χαίροι ἄν. σὺ δέ, φησιν, ἐσόψει εἴ περ ἐθέλεις κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν· ὃ δὴ καὶ προαναφώνησίς ἐστιν Ὁμηρική. τοῦ δὲ εὐξαμένου τοῦτο γενέσθαι συνεπεύχεται καὶ ὁ συβώτης. (ῃερς. 236. σθ.) ἔστι δὲ ἡ τοῦ Φιλοιτίου εὐχὴ, ὁποίαν εὔξαιτ' ἄν τις δυνατὸς ὢν βοηθῆσαι τινί· αἲ γάρ, φησι, τουτέστιν εἴθε, τοῦτο, ξεῖνε, ἔπος τελέσειε θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. καὶ ἰδοὺ ὕπεστιν αὕτη ἐστρατολογημένη δυὰς δούλων τῷ Ὀδυσσεῖ ἐπίκουρος ἀξιόμαχος, ἑτοίμη οὖσα παραβοηθεῖν τῷ φίλῳ δεσπότῃ, καὶ οὕτω τῇ εὐνοίᾳ σπείρουσα καρπὸν χάριτος, ἡδίστης θεῶν, καθά τις ἔφη, οὐ μὴν ἀνακαλύψει τούτοις ἑαυτὸν Ὀδυσσεὺς, εἰ μὴ καὶ πρὸς τῷ ἔργῳ γένηται. ἔχει γὰρ καὶ νῦν λέγειν, ὡς οὐ πιστὰ πέλονται. (ῃερς. 235.) Ἰστέον δὲ ὅτι τε ὁ Φιλοίτιος, ὃν καὶ βοῶν ἐπιβουκόλον φησὶ κατὰ πλεονασμὸν προθέσεως, οὐ παρὰ τὸν οἶτον γίνεται, ὡς οὐδὲ ὁ Μενοίτιος, καθὰ ἐῤῥέθη ἀνωτέρω· καὶ ὅτι τὸ, ἐπὶ βουσὶν ἔταξεν, (ῃερς. 209.) ἀρχή ἐστι τοῦ ἐπιτάσσειν συνθέτου ῥήματος, ἐξ οὗ καὶ τὸ προστάσσειν ἐπινενόηται. ἐμφαίνεται δ' ἐνταῦθα καὶ ἀστεία ἔννοια τοῦ ἐπιβουκόλος· δοκεῖ γὰρ ἐπιβουκόλος εἶναι ὁ ἐπὶ βουσὶ τεταγμένος, εἴτουν ὁ ἐπὶ τῶν βοῶν ὡς ἐπιστατῶν αὐταῖς. οὕτω δὲ καὶ ἐπίουρος ὁ ἐπὶ φυλακῇ τεταγμένος, καὶ, ὡς εἰπεῖν, ἐπί τινος φυλακῆς. (ῃερς. 221.) Τὸ δὲ, καθήμενον ἄλγεα πάσχειν, βαρέως εἴρηται, ὡς τοῦ Φιλοιτίου ἀκινήτου δοκοῦντος εἶναι, εἰ οὕτω ζῇ ἐπαχθῶς. οὕτω καί τις ἐν Ἰλιάδι κεῖσθαι εἴρηται διὰ τὸ ἀπρακτεῖν. (ῃερς. 223.) Τὸ δὲ, ἐξικόμην φεύγων, δουλικὸν μὲν ἴσως, ἐπαινετὸν δὲ ἄλλως καὶ εὔγνωμον διὰ τὸ ὑπὲρ δεσπότου ἂν γενέσθαι. (ῃερς. 219.) Τοῦ δὲ, ἄλλων δῆμον ἱκέσθαι, ἑρμηνεία τὸ, ἄνδρας ἐς ἀλλοδαπούς· αὐτοῦ δὲ πάλιν τὸ, ἄλλον ὑπερμενέων βασιλήων. τοῦτο δὲ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ Τηλεμάχου, βασιλέως μὲν ὄντος, μὴ οἵου δὲ βοηθεῖν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ. δῆλον δὲ ὡς οὐκ ἀπίθανος ὁ τοῦ Φιλοιτίου λόγος. εἶχε γὰρ, εἴ περ ἱκέτης ἑτέρῳ βασιλεῖ προσῆλθεν αὐτοῖς οἷς ἔνεμε ζῴοις, ἐπικουρεῖσθαι πρὸς ἐκείνου ὡς μὴ ἂν ἀποκαταστήσεσθαι εἰσαῦθις τοῖς κατὰ τὴν Ἰθάκην δεσπόταις αὐτοῦ. ἔχει δὲ τὸ, ἄλλων δῆμον, διφόρησιν γραφῆς κατὰ τὸ ἄλλων· καὶ γὰρ καὶ αἰτιατικῇ γράφεται καὶ κατὰ γενικὴν πληθυντικήν. (ῃερς. 212.) Τὸ δὲ ὑποσταχύωτο ἀντὶ τοῦ αὔξοιτο δίκην σταχύων· ὧν ἕκαστος ἐξ ἑνὸς κόκκου πολύχους γίνεται τὸν καρπόν· ἐκ τοῦ στάχυος γὰρ τὸ ὑποσταχύεσθαι. οὐδὲν δὲ ἐκώλυεν, εἴ περ ἤθελεν εἰπεῖν καὶ ὑποσταχύοιτο. (ῃερς. 210.) Ὁ δὲ Κεφαλλὴν τὸ ἐθνικὸν ἐν δυσὶ γράφεται ˉλ, ὡς καὶ προδεδήλωται. ὡς δὲ ὑπὸ βασιλεῖ τῷ Ὀδυσσεῖ